# P.Sakaon 44rpdupl

Documentary Papyri, P.Sakaon, P.Sakaon 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sakaon/44rpdupl
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-sakaon/44rpdupl

Φλαουίῳ Ὑγίνῳ τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου παρὰ τοῦ κοινοῦ τῶν ἀπὸ κώμης Φιλαδελφίας ὀγδόου πάγου τοῦ Ἀρσινοείτου διʼ ἡμῶν Ἥρωνος καὶ Σακαῶνος καὶ Καναῦ. τρεῖς ἐσμεν, οἱ προκίμενοι, ἐν τῇ κώμῃ, ἔπαρχε δέσποτα, οἵτινες εἰσφέρομεν ὑπὲρ ὅλης τῆς κώμης ἀρουρῶν πεντακοσίων, καὶ μηδὲ συνβροχιζομένων, καὶ τοῦ κατʼ ἄνδρα σὺν ταμιακοῖς ἀνδράσι εἴκοσι πέντε · ὡς ἐκ τούτου πάνυ τὴν κώμην ἡμῶν εἰς στενοκομιδὴν ἐλθεῖν. πρὸς ἀναζήτησιν δὲ ἐγενόμεθα τῶν ὁμοκομητῶν ἐπὶ τῷ Ὀξυρυγχείτῃ καὶ κατελαβόμεθα ἐν ἐποικίῳ Εὐλογίου υἱοῦ Νίδα τῶν ἀπὸ Σερήνου προβόλους ἄνδρας πέντε , Διονύσιον καὶ καὶ Ὧρ καὶ Ἄμμωνα καὶ Σουχειδᾶν καὶ Ἀπὸλ καὶ Σαββαῖον μετὰ τῶν γενῶν, καὶ ὁ τούτων γεοῦχος Εὐλόγιος ἅμα Ἀρείωνι ἀμπελουργῷ καὶ Σεραπίωνι γεωργῷ οὐκ ἐπέτρεψαντο οὔτε τῆς θύρας τοῦ ἐποικίου ἐνγίσαι μεθʼ ὕβρεων. ἔτι δὲ καὶ εὕραμεν ἐν τῷ Κυνοπολίτῳ νομῷ ὁμοκωμήτας τρεῖς περατάς, Γερόντιον καὶ Παθαῦ καὶ Ἥρωνα, ἔχοντας ὅλας βασιλικῆς ἀρούρας ἑκατὸν καὶ πρός. διὰ τοῦτο δεόμεθα τῆς σῆς ἐξουσίας, ἄνθρωποι μέτριοι καὶ μονήρεις, προστάξαι τῷ τὰ εἰρηνικὰ ἐνπεπιστευμένῳ τοὺς ὁμοκομήτας ἡμῖν παραδοῦναι μετὰ τῶν γενῶν ἵνα δυνηθῶμεν διὰ ταύτης τῆς παραμυθίας στῆναι ἐν τῇ κώμῃ καὶ διὰ παντὸς τῇ λαμπρᾷ σου τύχῃ χάριτας ὁμολογήσομεν. διευτύχει. Αὐρήλιοι Σακαῶν καὶ Ἥρων καὶ Καναοῦγ ἐπιδεδώκαμεν. Αὐρήλιος Μαξέντιος ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.

---

Documentary Papyri, P.Sakaon. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.sakaon.
