# P.Sakaon 48

Documentary Papyri, P.Sakaon, P.Sakaon 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sakaon/48
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-sakaon/48

Αὐρηλίῳ Ἰσίωνι πολιτευομένῳ πραιποσίτῳ η πάγου νομοῦ Ἀρσινοΐτου παρὰ Αὐρηλίου Ζωΐλου Μέλανος διάκονος τῆς καθολικῆς ἐκκλησίας ἀπὸ κώμης Θεαδελφίας τοῦ αὐτοῦ νομοῦ. οἱ τὸν ἀναιδῆ καὶ λῃστρικὸν τρόπον ᾑρημένοι, καθαρώτατε τῶν ἀνδρῶν, δίκαιοί εἰσι τῆς τῶν νόμων ἐπεξελεύσεως τυχεῖν. ἔτι περιόντος τοῦ μακαρίου μου υἱοῦ Γεροντίου τὸ ὄνομα συνῆλθεν, ὡς εἴθε μήποτε, πρὸς γάμου κοινωνίαν γυναικὶ Νόννᾳ θυγατρὶ Ἀννοῦτος ἀπὸ τῆς αὐτῆς κώμης. νομίζων εὔνοιαν καὶ στοργὴν αὐτὴν διασῴζειν πρὸς τὴν συμβίωσίν μου, τὰ ἐναντία διεπράξατο· τοῦ γὰρ αὐτοῦ προκιμένου μου υἱοῦ νόσῳ κατακλιθέντος καὶ μέλλοντος τὸ χρεὼν τοῦ βίου ἀποδοῦναι, οὐκ οἶδα ὅπως Σακαῶν τις τὸ ὄνομα ἀπὸ τῆς αὐτῆς κώμης ἴδιόν μου οἶκον ἀναλαβόμενος ἐπιστὰς διήρπαξεν τὴν γυναῖκα τοῦ αὐτοῦ μου υἱοῦ καὶ προκιμένην Νόνναν καὶ αὐτὴν ἀπήγαγεν εἰς τὴν ἑαυτοῦ οἰκίαν οὐ δεόντως καὶ παρὰ πάντας τοὺς νόμους, συνεργοὺς ἐσχηκὼς τῆς τηλικαύτης παρανομίας τοὺς ἑαυτοῦ ἀδελφοὺς καὶ τὴν μητέρα τῆς γυναικὸς καὶ προκιμένην Ἀννοῦ. ἀλλὰ πάραυτα τοῦ αὐτοῦ μου υἱοῦ τελευτήσαντος ἐβουλόμην τότε τῇ τῶν νόμων ἀκολουθίᾳ χρήσασθαι περὶ οὗ ἐτόλμησαν ῥιψοκινδύνου πράγματος· καὶ δὴ εἶξα τὸν ἀπράγμονα βίον ἀσκῶν. ἀλλʼ οὐκ οἶδα τίνι λόγῳ οὖν, τοῦ ἑτέρου μου υἱοῦ Πάσει τὸ ὄνομα θεωρήσαντος τὸν ἑαυτοῦ πάππον ὑβριζόμενον ὑπὸ τῶν πανκακίστων ἀνδρῶν καὶ προκιμένων ἐσθῆτα αὐτοῦ καταπελεκίσαι καὶ δικαιολογουμένου πρὸς αὐτοὺς περὶ τούτου, οἱ δὲ πάλιν, ἐκ τῶν ἐναντίων ἦθος πανκάκιστον καὶ ἀπονοίας μεστὸν ἀναλαβόμενοι, ἐπελθόντες καὶ αὐτῷ μετὰ πελέκεων καὶ ῥοπάλων ἐβούλοντο αὐτῷ καὶ τὸ ζῆν ἀνελεῖν — εἰ μὴ γὰρ τύχης ἔργον γεγένηται, τὸ φυγῇ αὐτὸν τὴν ζωοποΐαν ποιήσασθαι, πάλαι ἂν καὶ τὸ ζῆν αὐτὸν ἀνεῖλον — καταφρονήσαντες τῆς τῶν καιρῶν εὐνομίας καὶ τῆς ἡμετέρας ἀπραγμοσύνης. ἐπεὶ τοίνυν καὶ ἅπερ εἶχον ἐν μισθώσει οἱ αὐτοί μου υἱοὶ πρόβατα πεντ…ια καὶ βόας ὀκτὼ καὶ ὀνικὰ τετράποδα πέντε ἀφήρπαξαν καὶ διεσπάθησαν, καὶ ἐγὼ αὐτὸς ὁ ἄθλιος ἀναγκάζομαι ὑπὸ τῶν δεσποτῶν ταῦτα ἀποδοῦναι, διά τοι τοῦτο τάδε τὰ βιβλία ἐπιδίδωμι, ἐν ἀσφαλίᾳ ἀξιῶν ἀχθῆναι αὐτοὺς ἐπὶ σοί, καὶ πρῶτον μὲν οὗ ἐτόλμησαν παρανόμου καὶ ῥιψοκινδύνου πράγματος ἐκδικίας τυχεῖν, ἔπειτα ἐπαναγκασθῆναι αὐτοὺς τὴν τῶν προειρημένων τετραπόδων ἀπόδοσιν ποιήσασθαι· εἰδεμή, ἐκπέμπεσθαι αὐτοὺς εἰς τὸ μέγα δικαστήριον τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος τῆς Αὐγουστοποταμίας Φλαουίου Ὀλυμπίου, ὅπως ἡ δέουσα ἐπιστρέφεια προσταχθήσηται κατʼ αὐτῶν. διευτύχει. ὑπατείας Φουρίου Πλακίδου καὶ Φλαουίου Ῥωμύλλου τῶν λαμπροτάτων, Φαρμοῦθι ια. Αὐρήλιος Ζωΐλος ἐπιδέδωκα· …ου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.

---

Documentary Papyri, P.Sakaon. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.sakaon.
