# P.Sakaon 5

Documentary Papyri, P.Sakaon, P.Sakaon 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sakaon/5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-sakaon/5

Ἀντωνίῳ Σαραπάμμωνι στρατηγῷ Ἀρσινοίτου παρὰ Αὐρηλίων Διονυσίου Ἀρίωνος καὶ Ἀλυπίου Ἡρώδου ἀμφοτέρων σιτολόγων κώμης Θεαδελφίας γενήματος η ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους κτητόρων διʼ ἐμοῦ Ἀρίωνος πατρὸς τοῦ Διονυσίου. ὁμολογοῦμεν ὀμνύντες τὴν τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Σεβαστῶν τύχην παρειληφέναι παρὰ τῶν ἑξῆς ἐνγεγραμμένων καὶ εἰσκεκλεικέναι ἐν θησαυροῖς τῆς κώμης ἀπὸ γενήματος η ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους πυροῦ σὺν ἑκατοσταῖς ι κτητόρων ἀρτάβας τξγ 𐅷, ὧν πολιτῶν ἀρτάβαι λγ 𐅵 ιβ, κωμητῶν ἀρτάβαι τλ ιβ γίνονται αἱ προκείμεναι, καὶ κριθῆς ὁμοίως ἀπὸ τοῦ αὐτοῦ η ἔτους κτητόρων κωμητῶν ἀρτάβας ξα γ ιβ, ὧν πάντων τὴν μεταφορὰν ποιησόμεθα εἰς τοὺς ἐπινίους τόπους· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔστι δέ· σίτου ἀπὸ γενήματος η ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους πολιτῶν κώμης Θεαδελφίας Ῥουφίνα Ῥούφου διὰ Σακαῶνος γεωργοῦ ἀρτάβαι ιη πιττάκιον Μασκουλείνου διὰ Κάνι γεωργοῦ ἀρτάβαι ιε 𐅵 ιβ γίνονται πολιτῶν ἀρτάβαι λγ 𐅵 ιβ κωμητῶν ὁμοίως τοῦ αὐτοῦ η ἔτους Πανηοῦς ἱερεύς ἀρτάβαι λδ 𐅵 γ Σαραπίων Ἡρακλείδου ἀρτάβαι κε 𐅵 ιβ Ἐσοῦρις Ὡρίωνος διὰ τοῦ υἱοῦ ἀρτάβαι κη 𐅵 γ Ἀλλίων Σαταβοῦτος ἀρτάβαι κβ γ Ἀρίων Διοσκόρου διὰ Διοσκόρου ἀρτάβαι β 𐅷 Μέλας Ἡρακλείδου ἀρτάβαι κϛ Σακαῶν Σαταβοῦτος ἀρτάβαι κγ 𐅵 Πανηοῦς ἱερεύς ἀρτάβαι ιθ ϛ Ἄριος Διοσκόρου ἀρτάβαι ιε Σαραπίων Ἡρακλείδου ἀρτάβαι ιη ιβ Πτολεμῖνος Εὐπόρου ἀρτάβαι γ ιβ Ἐσοῦρις Ὡρίωνος ἀρτάβαι ιδ γ Ἀηοῦς Κήτιδος διὰ Κηλητοῦ ἀρτάβαι γ Ἄριος Διοσκόρου ἀρτάβη α 𐅵 Ἄριος Διοσκόρου διὰ Διοσκόρου ἀρτάβη α 𐅵 γ Ἀηοῦς Ἥρωνος διὰ Ἀλυπίου ἀρτάβαι ιϛ 𐅵 Πανηοῦς ἱερεύς ἀρτάβαι ϛ γ ιβ Αὐνῆς Σαταβοῦτος ἀρτάβη α γ ιβ Παῆσις Σαταβοῦτος ἀρτάβαι ι 𐅵 ιβ Ἀτία διὰ κληρονόμων Ἡρακλείδου ἀρτάβαι ζ δ Παῆσις Σαταβοῦτος ἀρτάβαι ζ 𐅵 ιβ Ἐσοῦρις Ὡρίωνος ἀρτάβαι β Μέλας Ἡρακλείδου ἀρτάβη α 𐅵 Ἀτία Διοσκόρου διὰ Ἁτρῆ ἀρτάβαι ε Πανηοῦς ἱερεύς ἀρτάβαι γ 𐅵 Καῆτ Καήτεως ἀρτάβαι γ ιβ Ἀτίαινα διὰ Διοσκόρου ἀρτάβαι β δ Ἀτία διὰ Μέλα γεωργοῦ ἀρτάβαι ϛ Ζακαῶν Σαταβοῦτος ἀρτάβαι ι 𐅵 ιβ Πτολεμῖνος Εὐπόρου ἀρτάβαι γ γ Ἄριος Διοσκόρου ἀρτάβαι γ γίνονται κωμητῶν ἀρτάβαι τλ ιβ γίνονται ὁμοῦ σίτου ἀρτάβαι τξγ 𐅷 κριθῆς ὁμοίως ἀπὸ τοῦ αὐτοῦ η ἔτους κωμητῶν Ἀτίαινα Διοσκόρου διὰ κληρονόμων Σαραπίωνος γεωργοῦ ἀρτάβαι δ 𐅷 Σαραπίων Ἡρακλείδου ἀρτάβαι ιϛ 𐅸 Μέλας Ἡρακλείδου ἀρτάβαι ια Ἐσοῦρις Ὡρίωνος ἀρτάβαι ιε Πανηοῦς ἱερεύς ἀρτάβαι ιε γίνονται ὁμοῦ κριθῆς ἀρτάβαι ξα γ ιβ ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ β, Μεσορὴ κθ. Αὐρήλιοι Διονύσιος καὶ Ἀλύπιος παρελάβαμεν τὸ ἐνγεγραμμένον μέτρον τοῦ πυροῦ καὶ κριθῆς ὡς πρόκιται. Αὐρήλιος Δημήτριος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.

---

Documentary Papyri, P.Sakaon. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.sakaon.
