# P.Sakaon 59.1-14

Documentary Papyri, P.Sakaon, 59.1 to 59.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sakaon/59.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-sakaon/59.1

ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ ε. κατεχωρίσθη κα ἔτους καὶ ιγ ἔτους, Φαμενὼθ ιε. ἔτους πρώτου καὶ εἰκοστοῦ Αὐτοκρατόρων Καισάρων Γαΐου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ, Γερμανικῶν μεγίστων, Σαρματικῶν μεγίστων, Ἀρμενικῶν μεγίστῶν, Περσικῶν μεγίστων, Βρεττανικῶν μεγίστων, Καρπικῶν μεγίστων, Ἀδιαβηνικῶν μεγίστων, Μηδικῶν μεγίστων, Εὐσεβῶν, Εὐτυχῶν, Σεβαστῶν, καὶ ἔτους τρισκαιδεκάτου τῶν κυρίων ἡμῶν Φλαυίου Οὐαλερίου Κωνσταντίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ, Γερμανικῶν μεγίστων, Σαρματικῶν μεγίστων, Περσικῶν μεγίστων, τῶν ἐπιφανεστάτων Καισάρων, μηνὸς Ἀρτεμισίου Φαμενὼθ ιε, ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Σαραπίων Συρισκᾶ μητρὸς Ἴσιτος ἀπὸ ἀμφόδου Μοήρεως ὡς ἐτῶν λβ οὐλὴ μετώπῳ ἐκ δεξιῶν καὶ μήλῳ δεξιῷ Αὐρηλίᾳ Ἀρτέμιτι Παησίου μητρὸς Ἡρῶτος ἀπὸ κώμης Θεαδελφίας, χωρὶς κυρίου χρηματιζούσῃ κατὰ Ῥωμαίους τέκνων δικαίῳ, πεπρακέναι αὐτῇ τὸν ὁμολογοῦντα Σαραπίωνα κατὰ τήνδε τὴν ὁμολογίαν καὶ διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτῷ ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Διονυσίου Τόπων οἰκίαν πρότερον οὖσαν κναφεῖον, ἐπὶ τοῖς οὖσι αὐτῆς μέτροις καὶ πηχισμοῖς καὶ θεμελίοις καὶ τείχεσι καὶ φωσφορείαις καὶ ἰσόδοις καὶ ἐξόδοις καὶ ταῖς ἄλλαις χρήσεσι καὶ δικαίοις πᾶσι, κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι νῦν συνήθειαν, ἧς γείτονες, καθὼς ὁ Σαραπίων ὑπηγόρευσεν, νότου ῥύμη δημοσία διʼ ἧς ἐστιν ἡ ἴσοδος καὶ ἔξοδος τῆς οἰκίας μεθʼ ἥν Ἀτίωνος οἰκία, ἀπηλιώτου ῥύμη δημοσία μεθʼ ἥν τοῦ αὐτοῦ Ἀτίωνος οἰκία, λιβὸς Μικάλλου οικία, καὶ ἀπέχειν τὸν ὁμολογοῦντα Σαραπίωνα παρὰ τῆς πριαμένης τὴν συμπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμὰς μυριάδας πέντε τετρακισχιλίας , οὔσας τάλαντα ἐννέα , τάλαντα θ, παραχρῆμα διὰ χειρός, καὶ βεβαιώσειν αὐτόν τε τὸν ὁμολογοῦντα Σαραπίωνα καὶ τοὺς παρʼ αὐτοῦ τῇ πριαμένῃ καὶ τοῖς παρʼ αὐτῆ τὴν πεπραμένην αὐτῇ ὡς πρόκιται ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Διονυσίου Τόπων οἰκίαν πάσῃ βεβαιώσει, ἥν καὶ παρέξασθαι ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνιστον καὶ καθαρὰν ἀπὸ παντὸς ὀφειλήματος δημοσίου τε καὶ ἰδιωτικοῦ καὶ πάσης ἐμποιήσεως διὰ παντός, καὶ μηδένα κωλύοντα τὴν πριαμένην μηδὲ τοὺς παρʼ αὐτῆς κυριεύοντας τῆς αὐτῆς καὶ πεπραμένης αὐτῇ ὡς πρόκιται οἰκίας, ἔτι καὶ τὰ ἐξ αὐτῆς ἀπὸ τοῦ νῦν περιγεινόμενα ἀποφέρεσθαι αὐτὴν εἰς τὸ ἴδιον, καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῆς ὡς ἐὰν αἱρῆται, ἐφʼ ἥν καὶ μὴ ἐπιπορεύεσθαι αὐτὸν τὸν ὁμολογοῦντα μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ μηδένα κατὰ μηδένα τρόπον, ἀλλὰ καὶ τὸν ἐπελευσόμενον

---

Documentary Papyri, P.Sakaon. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.sakaon.
