# P.Select 15

Documentary Papyri, P.Select, P.Select 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-select/15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-select/15

μετὰ τὴν ὑπατείαν Φλαουίων Ἀριοβίνθου καὶ Ἄσπερος τῶν λαμπροτάτων, Μεχεὶρ α, γ ἰνδικτίονος ἐν Ἡρακλέους πόλει. Αὐρήλιοι Παμοῦν Πλουτίωνος μητρὸς Α… καὶ Ἀμμώνιος Ἰσὰκ μητρὸς Ταναβυοῦτος ἀμφότεροι ἀπὸ κώμης Πάπα μικρᾶς τοῦ Ἡρακλεοπολίτου νομοῦ γεωργοὶ Αὐρηλίῳ Ἀνουθίῳ ἀπὸ Ἡρακλέους πόλεως πέπτῃ χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἐσχηκέναι παρά σου διὰ χειρὸς καὶ πεπληρῶσθαι τὴν πρὸς ἀλλήλους συμφωνηθεῖσαν τιμὴν κριθῶν ἀρταβῶν ἓξ ἡμίσους καὶ ἄρακος ἀρταβῶν τεσσάρων ἡμίσους γίνονται κριθῶν ἀρτάβαι ϛ 𐅵 καὶ ἄρακος ἀρτάβαι δ 𐅵 , ἅσπερ ἐπάναγκες ἀποδώσομέν σοι μηνὶ Παῦνι ἁλωνίας τετάρτης ἰνδικτίονος μέτρῳ δεκάτῳ δικαίῳ ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας, τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρά σου ἔκ τε ἡμῶν ἐξ ἀλληλεγγύης καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων. τὸ γραμματεῖον κύριον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Παμοῦν Πλουτίωνος καὶ Ἀμμώνιος Ἰσὰκ οἱ προκίμενοι ἐσχήκαμεν ἐξ ἀλληλεγγύης τὴν τιμὴν τῶν τῶν κριθῶν ἀρταβῶν ἓξ ἡμίσους καὶ ἄρακος ἀρταβῶν τεσσάρων ἡμίσους καὶ ἀποδώσομεν ὡς πρόκιται. Αὐρήλιος Παῦλος Αἰῶνος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. διʼ ἐμοῦ Ἀννιανοῦ ἐγράφη. χειρογραφία Παμουνίου Πλουτίωνος καὶ Ἀμμωνίου Ἰσὰκ ἀπὸ Πάπα μικρᾶς κριθῶν ϛ 𐅵 καὶ ἄρακος ἀρταβῶν δ 𐅵

---

Documentary Papyri, P.Select. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.select.
