# P.Sijp. 17

Documentary Papyri, P.Sijp., P.Sijp. 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sijp/17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-sijp/17

τῷ δεῖνι … στρατηγῷ Λυκοπολίτου νομοῦ παρὰ Αὐρηλίου Βησᾶ τοῦ Ὡρίωνος μαχαιροφόρου ἀπὸ …. οὗ παρεκόμισα ἀπὸ διαλογῆς δημοσιώσεως χρηματισμοῦ ἀντίγραφον ὑπόκειται καὶ ἀξιῶ τούτου τὸ ἴσον δι’ ὑπηρέτου μεταδοθῆναι τῷ δι’ αὐτοῦ σημαινομένῳ Αὐρηλίῳ Λουκίῳ τῷ καὶ Ποτάμωνι … …νοεων ὑελουργῶι ἐνώπιον ἵν’ εἰδῇ. ἔτους … Διοκλητιανοῦ καὶ ἔτους … Μαξιμιανοῦ τῶν κυρίων ἡμῶν Σεβαστῶν Αὐρήλιος Ῥοῦφος ὁ καὶ Μενέλαος ἱερεὺς καὶ ἀρχιδικαστὴς στρατηγῶι Λυκοπολίτου νομοῦ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους δ Διοκλητιανοῦ καὶ ἔτους γ Μαξιμιανοῦ τῶν κυρίων ἡμῶν Σεβαστῶν οἱ πρὸς τῆι διαλογῆι τῆς πόλεως διὰ Φ… σεσημείωνται. Αὐρηλίωι Ῥούφωι τῷ καὶ Μενελάωι ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ ἄλλων κριτηρίων παρὰ Αὐρηλίου Βησᾶ τοῦ Ὡρίωνος μαχαιροφόρου ἀπὸ …γιας Θηβαΐδος. κατὰ δισσὸν χειρόγραφον … Αὐρηλίωι Λουκίωι τῷ καὶ Ποτάμωνι … καὶ ὡς χρηματίζει ὑελουργῷ ἐν Λύκων πόλει … ἀργυρίου παλαιοῦ πτολεμαϊκοῦ νομίσματος δραχμὰς ε… … ἀπὸ ἑβδόμου ἔτους τόκωι τω… …· τῆς οὖν προθεσμίας ἐξηκούσης καὶ μηδεμίας ἀποδόσεώς μοι γενομένης μήτε τοῦ κεφαλαίου μήτε τῶν τόκων, κατὰ τὸ ἀναγκαῖον βούλομαι ἐν δημοσίῳ γενέσθαι τὸ χειρόγραφον καὶ ἀξιῶ συντάξαι γραφῆναι τῷ τοῦ Λυκοπολίτου νομοῦ στρατηγῷ μεταδοῦναι τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον τῷ Αὐρηλίῳ Λουκίωι ἵν’ εἰδῇ καὶ ποιήσηταί μοι τὴν ἀπόδοσιν τοῦ τε προκειμένου κεφαλαίου καὶ τῶν τόκων ἢ εἰδῇ χρησόμενόν με τοῖς ἑξῆς ἁρμόζουσι περὶ ἐνεχυρασίας νομίμοις κατὰ μηδὲν ἐλαττουμένου μου ἐν οἷς ἑτέροις ἔχω παντοίοις δικαίοις ὡς καθήκει. ἔτους δ Διοκλητιανοῦ καὶ ἔτους γ Μαξιμιανοῦ τῶν κυρίων ἡμῶν Σεβαστῶν Χοιὰκ …. Αὐρήλιος Βησᾶς Ὡρίωνος μαχαιροφόρος ἐπιδέδωκα. … τουτο τ… Βησᾷ μαχαιροφόρῳ Φαμενὼθ κθ δραχμὰς φ ἔσχεν διὰ τραπέζης νομίσματος παλαιοῦ πτολεμαϊκοῦ.

---

Documentary Papyri, P.Sijp.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.sijp.
