# P.Sijp. 26.i.1-26.iii.54

Documentary Papyri, P.Sijp., 26.i.1 to 26.iii.54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sijp/26.i.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-sijp/26.i.1

… γίνονται … καὶ ἐκ τοῦ ὅλου ἄλλων μὴ ἐχόντων ἀγχιστεῖς μϛ ἐστρατευμένοι ι ἔτει β, κακοῦργος Ἀτομεὺς Παπάιτος α, γίνονται γνώμονος ἄνδρες μθ τετελευτηκότων ἐνάτωι ἔτει· ἐκ τοῦ ὅλου, ὧν ἡμίσειαν λαογραφίαν ι ἔτους ἀνειλῆφθαι πρὸς τὰ συνκριθέντα ἄνδρες η καὶ τῶν μὴ ἐχόντων ἀγχιστεῖς κε, γίνονται λγ, τὸ ἥμισυ ιϛ 𐅵 γίνονται ἄνδρες ϡϛ 𐅵 ἀφ’ ὧν· τῶν ὀφειλόντων ἐν παραδοχῇ ἀνενεχθῆναι ια ἔτει τῶν ἀτελῶν οὐσιῶν Μαικηνατιανῆς κζ, Χαρμιανῆς γ, Πετρωνιανῆς ια, Γερμανικιανῆς ιϛ, τῆς πρότερον Δεκίμου Οὐαλερίου Ἀσιατικοῦ κε, Ἰουκούνδου Γρυπιανοῦ κη, Μάρκου Ἀντωνίου Πάλλαντος β, Τιβερίου Κλαυδίου Ναρκίσσου δ, Εὐόδου θεοῦ Σεβαστοῦ ἀπελευθέρου δ, γίνονται ρκ φύλακες β, ἱερεῖς γ, γίνονται ε, γίνονται ρκε τῶν πρὸς γνώμονα ἀνειλημμένων τῶι ι ἔτει καὶ εἰς τὸ ια ἔτος ὀφειλόντων χωρισθῆναι· τετελευτηκότων ι ἔτει ἐντὸς Χοιάκ, Πατμοῦις Ἁκώρεος, Ἡρακλείδης Πετερμούθιος, γίνονται β Φαῶφι Ἰσχυρίων Πανομγέως, Πτολεμαῖος Φίλωνος, ἀπὸ ὑπερετῶν Χαιρήμων Καλλιστράτου, γίνονται γ Νέου Σεβαστοῦ Νεμεσίων Πτολεμαίου, Πεβῶς Ἁρυώτου, Κεφάλων ὁμοίως, γίνονται γ, γίνονται η, τὸ ἥμισυ δ καὶ ἐκ τοῦ ὅλου ἐντὸς Φαμενὼθ ὧν ἡμίσειαν …ως ἐν τηι … προσαγαγέσθαι … τὴν ἡμίσειαν ὀφείλειν χωρισθῆναι· Ἀνουβίων ὁμοίως, Νεκφερῶς Φάσειτος, Φάσεις …, Π…δου, Παποντῶς Νεστνήφιος, Λαβεὺς Ὀννώφρεως, Ἀθηνίων ὁμοίως, Διόσκορος Πετεαμούνεως, Φαῆσις Ὀρσενούφεως, θ καὶ τῶν μὴ ἐχόντων ἀγχιστεῖς Διοσκοῦς Πτολεμαίου, …δο, Ἡρακλῆς Πετεαρμώτου, Σισόις Ζωίλου, Αὐνῆς Ἀγχορίμφεως, … ὁμοίως, Σαμβᾶς Κεφάλωνος, …τέως Πλάτων Παχνούβεως, Ἀπύγχις Κερᾶτος, Πετερμοῦθις Πετερμούθιος, Ἀπολλώνιος Ἀνδρονίκου, Ἡρακλῆς Πετεσούχου, Παπάις Μύσθου, Παχνοῦβις ὁμοίως, Ἀνουβίων Ἀνουβίωνος, Ὀρσενοῦφις Παποντῶτος, Ἰσχυρίων Ἡρακλήου, Ἡρακλῆς Θεογείτωνος, Ἅκωρις Πατμοῦις, Παποντῶς Παποντῶτος, Ἡρακλῆς ὁμοίως, Πανετβεῦις Μύσθου, Ἀπολλώνιος Ἀπολλωνίου, Θέων Νεκφερῶτος, Ἀγχορίμφις Πετεσούχου, Ἡρακλῆς Μαρρείος, Ἡρακλῆς Ὥρου, Φάσεις Ἀπολλωνίου, Πεβῶς Ἀραβίωνος, …, Δῖος Ἀπολλωνίου, Ἡρακλῆς Ἡρακλήου, γίνονται λγ, γίνονται μβ κακοῦργος κατηγμένος τῶι ι ἔτει ὀφείλων χωρισθῆναι Ὧρος Κεφάλωνος, γίνονται α ἄλλων τετελευτηκότων ἐνάτῳ ἔτει· ἐκ τοῦ ὅλου ὧν ἡμίσειαν ι ἔτους κατὰ τὰ συνκριθέντα ἀνειλῆφθαι, ἣν εἰς τὸ ια ἔτος ὁμοίως ὀφείλειν χωρισθῆναι·

---

Documentary Papyri, P.Sijp.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.sijp.
