# P.Sorb. 3 112

Documentary Papyri, P.Sorb. 3, P.Sorb. 3 112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-sorb-3/112
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-sorb-3/112

βασιλεῖ Πτολεμαίωι χαίρειν Δωρίων Ἀπολλωνίου καὶ Λυσίμαχος Ἀπολλωνίου καὶ …έων Ἀρχαγάθου τῶν κατοικούντων ἐν Ὀξυρύγχοις τῆς Πολέμωνος μερίδος. ἀδικούμεθα ὑπὸ Πάιτος τοῦ Πετοσίριος ἱερέως Ἁρμώθιος θεοῦ καὶ Ἄμωτος τοῦ Φαμείνιος γεωργοῦ καὶ Πέβωτος τοῦ Κελούλιος καὶ Θέγγωτος κεραμέως. τοῦ γὰρ ἔτους γ Μεχεὶρ κη διαπορευομένων ἡμῶν Ἀφροδίτης πό́λιν τῆς αὐτῆς μερίδος καὶ συνπορευομένων ἡμῖν δύο αὐτῶν, Πάιτος καὶ Ἄμωτος, καὶ γενομένων ἡμῶν ἐν τῆι προειρημένηι κώμηι, προσπαραλαβόντες Πέβων καὶ Θέγγων ἐνήδρευσαν ἡμᾶς. προσελθόντες ἡμῖν ἔφασαν ὄνον πεπρακέναι Λυσίμαχον Πετόσιρι καὶ ἡμῶν ἀντιλεγόντων μὴ πεπρακέναι, οἵ δὲ τῆι βίαι χρησάμενοι καὶ …οντες ἡμῖν ὕβριζον καὶ Λυσίμαχον ἕνα ἡμῶν συναρπάσαντες ἀπήγαγον πρὸς αὐτὸν καὶ νυνὶ συνκέκλειται, περὶ ὧν ἐπήγαγον Ζήνωνα τὸν φυλακίτην τῆς κώμης καὶ … τὸν κωμογραμματέα καὶ …τιν Εὐθυκλέους τῶν Θεσσαλῶν καὶ ἐπέδειξα αὐτοῖς Λυσίμαχον συνκεκλειμένον … . δεόμεθα …ον οὖν σου, βασιλεῦ, μὴ περιιδεῖν ἡμᾶς ὑβριζομένους καὶ συνκεκλειμένον Λυσίμαχον τὸν ἀδελφὸν ἡμῶν ἄνευ τῆς τοῦ στρατηγοῦ γνώμης, ἀλλὰ βοηθῆσαι ἡμῖν καὶ προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Δημητρίωι τῶι ἐπιστάτηι ἀποστεῖλαι τοὺς προγεγραμμένους ἐπὶ Διοφάνην καὶ τοὺς ἀποκαταστήσαντας αὐτοὺς ἵνα μὴ διαφύγωσιν καὶ τὸν Λυσίμαχον τὸν συνκεκλειμένον κλεισθέντα ὅπως ἐπισκέψηται περὶ τούτων, καὶ ἐὰν ἦι ἃ γράφομεν ἀληθῆ τιμώμεθα τὴν ὕβριν ἑκάτερον αὐτῶν δραχμῶν σ πραχθῆναι ἡμεῖν αὐτούς· περὶ δὲ ὧν συνεγκεκλειμένοι εἰσίν, τυχεῖν αὐτοὺς ὃ ἂν αὐτῶν καταγνῶι Διοφάνης. τούτου γὰρ γενομένου, βασιλεῦ, τευξόμεθα διὰ σὲ τοῦ δικαίου. εὐτύχει. Δημητρίωι … περὶ τῆς βίας δὲ καὶ περὶ τοῦ … διασάφησον ἡμῖν περὶ τούτων … ἔτους γ Ἀπελλαίου κη Παχὼν β … Δημητρίωι

---

Documentary Papyri, P.Sorb. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.sorb;3.
