# P.Soter. 3

Documentary Papyri, P.Soter., P.Soter. 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-soter/3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-soter/3

Ταμύσθᾳ Ἀντιγόνου μετὰ κυρίου τοῦ συνγενοῦς Ἀχιλλᾶτος τοῦ Ἀφροδισίου παρὰ Σωτηρίχου τοῦ Λυκᾶτος Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὸν ὑπάρχοντά σοι περὶ κώμην Θεαδέλφειαν τῆς Θεμίστου μερίδος ἀμπελῶνα ἀρούρης μιᾶς ἡμίσους ἢ ὅσων ἐὰν ᾖ καὶ τῶν ἐν ἀβρόχωι κικίνων φυτῶν καὶ ἀκροδρύων καὶ τὰς ὑπαρχούσας σοι περὶ τὴν αὐτὴν κώμην κλήρου κατοικικοῦ ἀρούρας ὀκτὼ ἢ ὅσαι ἐὰν ὦσι ἐν δύο σφραγῖσιν· τὸ δὲ ἀναφόριον τοῦτο εἰς ἔτη δέκα, τὸν μὲν ἀμπελῶνα ἀπὸ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους, τὰς δὲ ἀρούρας ἀπὸ τοῦ εἰσιόντος δεκάτου ἔτους, καὶ τὸν μὲν ἀμπελῶνα ἐπὶ τρίτωι μέρει τῶι μεμισθωμένωι καὶ σοὶ τῇ Ταμύσθᾳ τὸ λοιπὸν δίμοιρον μέρος πάντων τῶν ἐγβησομένων οἰνικῶν καρπῶν, ἔτι δὲ καὶ ἕτερον δέκατον μέρος τοῦ ἐγβησομένου κατʼ ἔτος γενήματος, καὶ ἐκ τοῦ κοινοῦ τὰς ἀπαρχὰς πάσας, τῶν δὲ ἀρουρῶν ἐκφορίου κατʼ ἔτος κατʼ ἄρουραν σὺν ᾗ λήμψομαι σπερμάτων πυροῦ ἀρτάβῃ μιᾶι πυροῦ ἀρταβῶν ὀκτώ· ἄξω δὲ τοῦ μὲν ἀμπελῶνος τὰ καθήκοντα ἔργα πάντα τούς τε χωματισμοὺς καὶ ποτισμοὺς καὶ διβολητοὺς καὶ τὰ τῶν ἀρουρῶν γεωργικὰ ἔργα πάντα τούς τε χωματισμοὺς καὶ ποτισμοὺς καὶ σπορὰς καὶ βοτανισμοὺς καὶ τὴν ἄλλην γεωργικὴν ὑπουργίαν πᾶσαν, πάντα δὲ ἐν τοῖς δέουσι καιροῖς ἐκ τοῦ ἰδίου βλάβος μηθὲν ποιῶν, καὶ σπερῶ τὰς ἀρούρας πυρῶι καὶ οἷς ἐὰν αἱρῶμαι γένεσι πλὴν κνήκου, τὰ δὲ προκείμενα κατʼ ἔτος ἐκφόρια ἀποδώσω μηνὶ Παῦνι μέτρωι δρόμωι τετραχοινίκωι ἐν τῇ αὐτῇ κώμῃ Θεαδελφίᾳ, τῆς δὲ χορηγίας καλάμων καὶ σχοινίων εἰς τὰς κλινέας τὰς ἐκ καινῆς γεινομένας καὶ ἄλλης ἐπισκευῆς τῆς καλαμουργίας οὔσης πρὸς σὲ τὴν Ταμύσθαν, χορηγοῦντός μου … καὶ ο…ρ… νομαρχικῶν φορέτρων … προ…ε…δι…ζι καὶ …ρ…οι… δισ…λειαι, καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ὡς καὶ ἐγὼ παρείληφα καὶ τὸν ἀμπελῶνα ἀπὸ συνκομιδῆς, φυτεύσω δὲ κατʼ ἔτος ἐν τῶι ἀμπελῶνι κλήματα … τα χορηγοῦντος σοῦ ἄμας, τῶν ἐν τῇ ἀβρόχῳ ἀκροδρύων καὶ φυτῶν πάντων ὄντων ἐμοῦ τοῦ Σωτηρίχου τῶν τ… … κατʼ ἔτος ὄντων πρὸς ἐμὲ τὸν Σωτήριχον, ἀμεταμίσθωτα καὶ ἀναυτούργητα …, ἐὰν φαίνηται μισθῶσαί μοι ἐπὶ τοῖς προκειμένοις πᾶσι. Ταμύσθα Ἀντιγόνου μετὰ κυρίου τοῦ συνγενοῦς μου Ἀχιλλᾶτος τοῦ Ἀφροδισίου μεμίσθωκα τὸν ἀμπελῶνα καὶ τὰς ἀρούρας ἐπὶ πᾶσι τοῖς προκειμένοις ἀμεταμίσθωτα καὶ ἀναυτούργητα …τα… …π…ε… … ἔτους θ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ …

---

Documentary Papyri, P.Soter.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.soter.
