# P.Stras. 1 35

Documentary Papyri, P.Stras. 1, P.Stras. 1 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-stras-1/35
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-stras-1/35

τῷ τ…ίῳ Ἡσυχείου χαίρειν. γιγνώσκειν σε βούλομαι κύριέ μου, ὅτι ἐκομισάμην παρὰ Δημᾶ ἐγγύης Δειωγένους χρυσοῦ κεράτιον ἓν καὶ ἔσχον … εἰς …αν, μὴ ἔλαβές μοι τει πατο…υ… ας ὁρασείας τῆς ἔγραψές μοι — καὶ ἰδοὺ εἰς δύο μῆνας ἡμερῶν ἔχω σοι πέμψας τὴν πᾶσαν ἀπόκρησίν σου καὶ ξενίζομαι μέχρι τῆς σήμερον ἡμέρας πῶς οὐκ …ψε…ν, ὅτι ἐδέξου τὸ καπίτιον καὶ τὸ χόρτασμα — λοιπὸν θελήσῃ ἡ σὴ ἀρετὴ καὶ ἂν ἄρτι γράψον δεχόμενος αὐτά, ὅτι οὐκ ἠγνόησεν μόνον, ἀλλὰ καὶ τοῦ Μηνᾶ ἐστὶν εἰς αὐτὸ καπίτιον εἰς τὸ πλοῖον, ᾧ ἀνῆλθεν ὁ λογοθέτης· περὶ δὲ τοῦ Μηνᾶ τοῦ κολλεκταρίου, πρὶν ἢ ἐξελθεῖν αὐτόν, ἐδεξάμην παρʼ αὐτοῦ νομίσματα ρνϛ, ὡς καὶ προέγραψά σοι, ἀπέλυσέν με δὲ τὰ ἄλλα ἑβδομήκοντα ἐννέα ὁλοκόττινα πρὸς Εὐσεβῆ τὸν Καλλιοπείου τοὺς Ἀπαμεῖς, καὶ ὡς οἶδεν ὁ θεός, ὅτι εἰ μή τι Ἁθὺρ κε — οὐκ ἐπληρώθην παρὰ …καίου Εἰσιδώρου τοῦ Εἰωάννου, κατέγραψά σοι τὸ πᾶν τοῦ λόγου — θελήσῃ οὖν ἡ σὴ ἀδελφότης δεχόμενος τὰ γράμματὰ μου εὐθὺς καὶ παραχρῆμα γράψον μοι, εἰ ἐδέξου τὸ καπίτιον καὶ τὸ χάρτισμα ὁμοίως καὶ τὸ ἄλλο χόρτασμα παρὰ τοῦ Μηνᾶ — φρόντισόν μου δὲ περὶ τῶν ἐλαιῶν τῶν καλλίστων, ἐπειδὴ ἐν Ἀλεξανδρίᾳ οὐκ ἔνει, ἀλλὰ εἰς τὸν θεὸν χάς… καὶ εἰς σὲ ὑγιαίνων δίελθε ἐγράφη μηνὸς Ἁθὺρ κθ ἰνδικτίονος β ἐπίδος σὺν θεῷ τῷ κυρίῳ …φ…

---

Documentary Papyri, P.Stras. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.stras;1.
