# P.Stras. 2 85

Documentary Papyri, P.Stras. 2, P.Stras. 2 85. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-stras-2/85
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-stras-2/85

βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους δ, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος, μηνὸς Μεχεὶρ κζ. ἐν Παθύρει, ἐφʼ Ἡλιοδώρου ἀγορανόμου, ἑκόντες συνεγράψαντο. ὁμολογεῖ Τοτοῆς Πελαίου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νε ἐλάσσω μελίχρως τετανὸς ἀναφάλανθος μακροπρόσωπος εὐθύριν διῃρῆσθαι τὰ ὑπάρχοντα αὐτῷ ἔγγαια τοῖς ἑαυτοῦ υἱοῖς ἀπὸ μὲν τῆς ὑπαρχούσης αὐτῶι τε καὶ τοῖς ἀδελφοῖς γῆς σιτοφόρου ἐν τῷ περὶ Παθῦριν πεδίωι δωδεκάτην μερίδα ἀδιαίρετον ἀρουρῶν π, γείτονες τῆς ὅλης· νότου διῶρυξ, βορρᾶ καὶ ἀπηλιώτου ὁδός, λιβὸς διῶρυξ καλουμένη Τέλωνος, καὶ ἀπʼ ἄλλης σφραγῖδος λεγομένης Πατήφιος ἀρουρῶν λϛ τὸ ἐπιβάλλον αὐτῷ μέρος ἀρουρῶν γ, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Ἁρμώνθου, βορρᾶ γῆ Κολλούθου, ἀπηλιώτου περίχωμα, λιβὸς γῆ Πανοβχούνιος καὶ ἄλλων, Πανοβχούνει μὲν τῷ ἑαυτοῦ πρεσβυτέρῳ υἱῶι μερίδα α, Πατῆτι τῶι νεωτέρῳ αὐτοῦ υἱῶι μερίδα μίαν , Ταελολοῦτι καὶ Σιεπμοῦτι ταῖς θυγατράσιν μερίδα μίαν , γίνονται μερίδες γ τῶν σφραγίδων δύο γῆς, καὶ ἀπὸ ψιλοῦ τόπου τοῦ ὄντος ἐν τῇ μέσῃ ταινίᾳ Παθύρεως πηχῶν στερεῶν β 𐅵, οὗ γείτονες· νότου οἰκία Ὥρου, βορρᾶ οἰκία Ψεννήσιος, ἀπηλιώτου οἰκία Πατῆτος Θοτορταίου, λιβὸς πλατεία ὁδὸς τῶν θεῶν, Πατῆτι τὸν ἀπὸ βορρᾶ ὅ ἐστιν πηχῶν στερεῶν α δ, Πανοβχούνει τὸν ἀπὸ νότου ἄλλο α δ, γίνονται β 𐅵, καὶ ἀπὸ τῆς ἐντὸς τοῦ ὀχυρώματος οἰκίας ὠικοδομημένης καὶ ἐστεγασμένης Ταελολοῦτι καὶ Σιεπμοῦτι τὸ 𐅵, ἧς μέτεστι Πανοβχούνει τὸ ἄλλο ἥμισυ , ἣν ἐωνήσατο παρὰ Ὥρου τοῦ Πελαίου, καὶ μὴ ἐπελεύσασθαι ἕτερος ἐπὶ τὸν ἕτερον περὶ τοῦ μεμερισμένου ἑκάστῳ αὐτοῖς τρόπῳ μηδενί, εἰ δὲ μή, ἄκυρος ἔστω, καὶ προσαποτεισάτω ὁ μὴ ἐνμένων τῶι ἐνμένοντι ἐπιτίμου παραχρῆμα χαλκοῦ τάλαντα κε καὶ τοῖς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς φ, καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτοῖς ἔστω ποιεῖν κατὰ τὰ προγεγραμμένα. Ἀμμώνιος ὁ παρʼ Ἡλιοδώρου κεχρημάτικα.

---

Documentary Papyri, P.Stras. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.stras;2.
