# P.Stras. 2 89

Documentary Papyri, P.Stras. 2, P.Stras. 2 89. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-stras-2/89
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-stras-2/89

βασιλεύοντος Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιε, ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Ἐπεὶφ κε. ἐν Παθύρει, ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πετεαρσεμθεὺς Πακοίβιος ἱερεὺς Σούχου καὶ Ἀφροδίτης ὡς ἐτῶν μ εὐμεγέθης μελίχρως μακροπρόσωπος εὐθύριν τὴν ὑπάρχουσαν αὐτῷ μερίδα γῆς σιτοφόρου ἐν τῷ περὶ Παθῦρειν πεδίωι σφραγίδων τεσσάρων , ἣν καὶ αὐτὸς ἐωνήσατο παρὰ Πανοβχούνιος τοῦ Τοτόηους ἐν τῷ ιε ἔτει Παῦνι γ ἐπὶ τοῦ ἀρχείου, μιᾶς μὲν ἐν τῷ ἀπὸ λιβὸς πεδίωι, γείτονες· νότου γῆ Πατοῦτος τοῦ Φίβιος, βορρᾶ γῆ Πελαίου νεωτέρου Φίβιος, ἀπηλιώτου Κολλούθου τοῦ Φίβιος, λιβὸς ὄρος, τὴν δʼ ἄλλην ἐπὶ Τιαβώνει· νότου γῆ Χενσθώτου τοῦ Μελιπαῖτος, βορρᾶ γῆ Παθώτου, ἀπηλιώτου γῆ Θράσωνος καὶ τῶν ἀδελφῶν, λιβὸς περίχωμα, τῆς δʼ ἑτερᾶς· νότου γῆ Τακοίμιος, βορρᾶ γῆ Χενσθώτου, ἀπηλιώτου Ἀείους, λιβὸς περίχωμα, τῆς δʼ ἄλλης λεγομένης Πκρώ· νότου γῆ Σενπελαίας, βορρᾶ γῆ Πανᾶτος ἀπηλιώτου ποταμός, λιβὸς Ἀραμείους, ἢ οἳ ἂν ὦσι γείτονες πάντων πάντοθεν. ἐπρίατο Πετεαρσεμθεὺς Πανοβχούνιος ὡς ἐτῶν μ χαλκοῦ τάλαντα δύο . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεαρσεμθεὺς ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πετεαρσεμθεὺς ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. … ὠνὴ Πετεαρσεμθεὺς Πανοβχούνιος γῆ σφραγίδων δ, ἣν ἠγόρασεν παρὰ Πετεαρσεμθέως.

---

Documentary Papyri, P.Stras. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.stras;2.
