# P.Stras. 3 151

Documentary Papyri, P.Stras. 3, P.Stras. 3 151. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-stras-3/151
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-stras-3/151

… Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαῶφι γ ἔτους … Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Ἀπελλαίου γ Φαῶφι γ ἐν … τοῦ … νομοῦ. ὁμολογοῦσι Τεσενοῦφις πρεσβύτερος ὡς ἐτῶν εἴκοσι τριῶν οὐλὴ … καὶ Τεσενοῦφις νεώτερος ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ μετώπωι ἐκ δεξιῶν ἀμφοτέρου … Στοτοῆτι Πανεφρέμμιος ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ πήχει ἀριστερῶι πεπρακέναι αὐτῶι Στοτοῆτι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν τῶι μὲν Τεσενοῦφι πρεσβυτέρωι … τωι δὲ Τεσενοῦφι νεωτέρωι κατὰ τὸ λοιπὸν τρίτον … οἰκίαν καὶ αὐλὴν καὶ τὰ συνκύροντα πάντα ὧν γείτονες …ς οἰκίας καὶ αὐλῆς καθὼς οἱ ὁμολογοῦντες … νότου … καὶ τῶν μετόχων οἰκία καὶ αὐλὴ βορρᾶ ἴσοδοςως … λιβὸς ῥύμη βασιλικὴ ἀπηλιώτου πρότερον … καὶ ἀπέχειν τοὺς ὁμολογοῦντας παρὰ τοῦ Στοτοήτιος τὴν συν… τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμὰς … διὰ τῆς Σαμβᾶ τοῦ καὶ Διδύμου τραπέζης … καὶ βεβαιώσειν τοὺς ὁμολογοῦντας καὶ τοὺς παρʼ αὐτῶν τῷ Στοτοῆτι καὶ τοῖς παρʼ αὐτοῦ … πάσῃ βεβαιώσει, ἃ καὶ παρέξασθαι ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνειστα καὶ καθαρὰ ἀπὸ παντὸς ὀφειλήματος καὶ παντὸς εἴδους ἀπὸ τῶν … ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον … τεροις μηδʼ ἐνποιούμενον αὐτῶν μηδένα μηδὲ κωλύοντα τὸν Στοτοῆτιν μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας αὐτῶν καὶ τὰ ἐξ αὐτῶν περιγινόμενα ἀποφερομένους … καὶ ἐξαλλοτριοῦντας καὶ διοικοῦντας κατʼ αὐτοῦ … καὶ μηδὲ τοὺς ὁμολογοῦντας μηδὲ τοὺς παρʼ αὐτῶν ἐνκαλεῖν … μηδὲ …μη…

---

Documentary Papyri, P.Stras. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.stras;3.
