# P.Stras. 4 218

Documentary Papyri, P.Stras. 4, P.Stras. 4 218. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-stras-4/218
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-stras-4/218

… σὺν τοῖς ἐν τῷ πιττακίῳ ὑμῶν ἐφʼ ὃν χρόνον μένει τὸ πεδίον κοινὸν καὶ ἀδιαίρετον ἀπὸ τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀντὶ τῶν ὑπὲρ αὐτῶν κατʼ ἔτος εἰς τὸ δημόσιον … καὶ προσμετρουμένων καὶ γενῶν καὶ μονοδεσμίας χόρτου καὶ χαλκοῦ εἴκοσι δράχμου, ἐμοῦ λαμβάνοντος τά ὑπὲρ αὐτῶν κατʼ ἔτος ἐκ δημοσίου σπέρματα, ἐφʼ ᾧ δώσω ἡμισείαν ὀνόματος τῆς ἐσομένης κωμητικῆς δαπάνης τοῦ δὲ γεινομένου ἐπιμερισμοῦ δημοσίων ἐκφορίων εἰσοίσω τὸ ἴσον ὀνόματος ἑνός · λήψομαι δὲ κατʼ ἔτος ὑπὲρ τῶν τῆς Πολυδευκίας παρὰ τοῦ ἑνὸς ὑμῶν Ζωίλου Μυστου ὑπὲρ… ψεω… πυροῦ μέτρῳ δημοσίῳ ἀρτάβης ἥμισυ εν… δαν ἔτι ἐὰν συμβῇ τὸ πεδίον τῆς κώμης διαιρεθῆναι, εἶναί μου ἃ ἐὰν ἔχω ἀναπαύματα, ἐμοῦ μὴ κατεχόμενου ἐν τῷ πιττακίῳ ἐὰν φαίνηται …πεχε Ὧρος ὡς ἐτῶν να δακτύλῳ μέσῳ χειρὸς ἀριστερᾶς Ἀβοῦς ἐτῶν μ οὐλὴ ἀντικνημίῳ δεξιῷ Ἀβοῦς ἄλλος ἐτῶν λε δακτύλῳ μέσῳ χειρὸς ἀριστερᾶς Σαραπίων ἐτῶν μη οὐλὴ ἀντίχειρι Ἀβοῦς τρίτος ἐτῶν μ δακτύλῳ πρώτῳ χειρὸς δεξιᾶς Ζωίλος ἐτῶν λ ἄσημος Ζωίλος ἐτῶν κε δακτύλῳ πρώτῳ χειρὸς δεξιᾶς ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Τίτου Αἴλιου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ ια.

---

Documentary Papyri, P.Stras. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.stras;4.
