# P.Stras. 4 280

Documentary Papyri, P.Stras. 4, P.Stras. 1 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-stras-4/280
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-stras-4/280

… Αὐρήλιοι Γελάσιος καὶ ὡς χρηματίζει καὶ Εὖς Πελαίου γενομένου βουλευτοῦ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ σεμνοτάτης καὶ λαμπροτάτης εἰδυῖα γράμματα συνεστῶτος … Αὐρηλίου Σιλβανοῦ τοῦ καὶ Ἀγαθοῦ Δαίμονος γυμνασιαρχήσαντος βουλευτοῦ τῆς αὐτῆς πόλεως ἀλλήλοις χαίρειν. ἐγκεκλήκαμεν ἀλλήλοις διὰ βιβλιδίων παρὰ τε τῷ … παρὰ τοῖς ἀξιολογωτάτοις ἐνάρχοις στρατηγοῖς οὐ μὴν ἀλλὰ … παρὰ τοῖς αὐτοῖς στρατηγοῖς ἀγράφως πρὸς ἀλλήλους καὶ … ους λεχθέντα ἐκέλευσαν ὁμοίως ἀγράφως διαιτη… ταῦτα χρησάμενοι καὶ παρατιθεμένων αὐτοῖς ὑφʼ ἡ… δίκας μηκέτι λέγειν ἀλλὰ φιλίᾳ μᾶλλον τὰς … στάσεις διαλύσασθαι καὶ ἐπὶ τούτοις ὁμολογοῦμεν … παρειληφέναι τὰ ἑαυτῶν καὶ μὴ ἐγκαλεῖν ἀλλή…λλους ὑπὲρ ἡμῶν ἡμῖν μηδὲ τοῖς παρʼ ἀλλήλων περὶ μηδένος πράγματος ἢ ἀκρίτου ἢ κεκριμένου μηδὲ περὶ ἄλλου … ἐπὶ τῷ μηδένα λόγον ἔχειν ἡμᾶς κατʼ οὐδένα τρόπον …τὴν ἐνεστῶσαν ἡμέραν ἐπὶ τὸν ἅπαντα χρόνον … εἰς τὸ … καὶ μὴ προσχρήσασθαι ἡμᾶς τοῖς ἐπιδοθεῖσι ὑπὸ ἑκατέρου με…οι … βιβλιδίοις. ἡ ἀνεγκλησία κυρία δισσὴ γραφεῖσα ὁμότυπος εἰς τὸ παρʼ ἑκατέρῳ μέρει εἶναι μοναχὴν καὶ ἀντεπερωτηθέντες ὑπʼ ἀλλήλων ὡμολογήσαμεν· ἔτους γ Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Γουνθικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ ἐπαγομένων γ. Αὐρήλιος Γελάσιος καὶ ὡς χρηματίζω … οὐδὲ ἐνκαλέσω ὡς πρόκιται. Αὐρηλία Εὖς συνεπιδώσω οὐδὲν ἐγκαλέσω ὡς πρόκιται. Αὐρήλιος Σιλβανὸς ὁ προκείμενος παρίστημι ὡς πρόκειται.

---

Documentary Papyri, P.Stras. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.stras;4.
