# P.Stras. 4 284

Documentary Papyri, P.Stras. 4, P.Stras. 4 284. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-stras-4/284
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-stras-4/284

ἔτους … καὶ δεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων μηνὸς Ἀπελλαίου Φαῶφι ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. … ἀπὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος ὡς ἐτῶν ἑβδομήκοντα πέντε οὐλὴ χειρὶ ἀριστερᾷ μετὰ κυρίου οὗ ἑκουσίως ᾕρηται διὰ Ἡρακλείδου ἱερέως ἐξηγητοῦ … κατὰ τὸν ἐπισταλέντα ὑπὸ αὐτοῦ χρηματισμὸν ὑφʼ ὅν ἐστιν καὶ τὸ ἐπιδοθὲν ὑπὸ αὐτῆς βιβλίδιον ὧν τὰ ἀντίγραφα ὑποτέτακται Κρονίωνος Α… μεσιτεύουσαν παραχωροῦσαν μεταδιατιθεμένην οἰκονομοῦσαν τὰ κατʼ ἐμαυτὴν ὡς ἀνῄρωμαι ἐὰν δὲ τελευτήσω … … θυγατέρα μου Τααρμιῦσιν Πακήβκεως τοῦ Ἡρακλήου καὶ τὴν ταύτης θυγατέρα Κρονοῦν Ἡρακλήου τοῦ Ἡρακλήου … … καὶ διατάσσω τῇ αὐτῇ Τααρμιῦσι πατρικὸν ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ εἰσόδου καὶ ἐξόδου Πόννιτος … … καὶ τῇ Κρονοῦτι περὶ τὴν προκειμένην κώμην Τεπτῦνιν κλήρου κατοικικοῦ ἀρούρας τέσσαρας ὄγδοον ἐν δυσὶ σφραγῖσι … … κλήρῳ Σωτηρίχου τὸ τετρακαιεικοστὸν μέρος οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ δούλην Θαλίαν καὶ … … Σαραπιάδος καὶ τῇ τοῦ Σαραπίωνος τοῦ καὶ Εὐαγγέλου θυγατρὶ Εὐδαιμονίδι δουλικὰ σώματα ελ… … καὶ Ἀρσινόῃ καὶ Εὐδαιμονίδι κοινῶς ἐξ ἴσου ἀπὸ τῶν ὑπαρχόντων μοι περὶ τὴν αὐτὴν κώμην Τεπτῦνιν … … κλήρου κατοικικοῦ ἀρούρας πέντε ἐν δυσὶ σφραγῖσι καὶ περὶ κώμην Κερκῆσιν καὶ περὶ …δείδου ἐποίκιον … … Εὐδαιμονίδι κοινῶς ἐξ ἴσου τὰ ὑπʼ ἐμοῦ ἀπολειφθησόμενα ἐπίπλοα σκεύη ἐνδομενίαν πᾶσαν κ…αμ…ις γενη κα… … πολλοῖς μοι εὐν…φιλοστ… πρὸς ἐμὲ ἐνδειξάμενος ἐν τοῖς κατα…ονδ…υμων κ… …ο ἀπὸ κώμης …ια…γραφη… ἀσφάλειαν ἀργυρίου κεφαλαίου δραχμὰς … καὶ του… … ἀπὸ δὲ Θερμουθαρίου … ἀργυρίου κεφαλαίου δραχμὰς πεντακοσίας καὶ τ… δραχμὰς πεντακοσίας … … ἀρουρῶν τεσσάρων …ω δίκως καὶ κοινῶς διέταξα ὡς πρόκειται ὑπαρχόντων …ως… … προκειμεν… ἕκαστος ἔχειν τὴν ἐξουσίαν ὧν δι…ν μετὰ τὴν τελευτήν μου … … τεσσαράκοντα α…κληρονομοιως καὶ ποιήσονται τὴν τοῦ σώματός μου κηδείαν καὶ περιστολήν … … ἔστι δὲ τοῦ βιβλιδίου τὸ ἀντίγραφον Ἡρακλείδης ἱερεὺς ἐξηγητὴς καὶ ἀρχιπρύτανις …ολιεμεσι… κεκοσμητευκὼς … … ἐξ ὀνόματος Ἡρακλείας ἐπιστέλλεται ὑμῖν ἵνʼ εἰ μηδὲν ἁπλῶς ἐναντιοῦσθε συνχρηματίσητε αὐτῇ διατιθεμένῃ μετὰ κυρίου οὗ ἑκουσίως ᾕρηται διʼ ἐμοῦ Κρονίωνος … … κεκοσμητευκότος ἱερεῖ ἐξηγητῇ παρὰ μὲν Ἡρακλείας τῆς … μητρὸς Θεναπύγχεως … … ἐμποδίζομαι μὴ ἔχουσα τὸν ἐπιγραφησόμενόν μου κύριον τῷ ἄπανδρόν με εἶναι καὶ μὴ περιεῖναί μοι πατέρα μήτε τοῦ πατρὸς πατέρα μήτε ἔχειν με ἀδελφον ἢ υἱόν … … ὅθεν αἱρουμένη διὰ σοῦ τὸν προδεδηλωμένον Κρονίωνα ἐπιδίδωμι καὶ ἀξιῶ ἐπισταλῆναι τοῖς τὰ ἀρχεῖα πραγματευομένοις συνχρηματίζειν μοι διατιθεμένῃ …

---

Documentary Papyri, P.Stras. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.stras;4.
