# P.Stras. 5 437

Documentary Papyri, P.Stras. 5, P.Stras. 5 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-stras-5/437
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-stras-5/437

ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Περιτίου τεσσαρεσκαιδεκάτου Χοιάκ ιδ ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Πετεσοῦχος Ἠλεῖτος τοῦ Πετεσούχου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν μ οὐλὴ ἀντικνημίῳ ἀριστερῶι Λουκίῳ Οὐαλερίωι Πρείσκωι στρατιώτῃ λεγιῶνος δευτέρας καὶ εἰκοστῆς ἑκατονταρχίας Ἰουλίου … … φροντιστοῦ Ἀνουβᾶτος … …ς ἔχειν τὸν ὁμολογοῦντα Πετεσοῦχον παρὰ τοῦ Λουκίου Οὐαλερίου Πρείσκου λογο … ἀργυρίου ἐπισήμου Σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς ὀγδοήκοντα ὀκτὼ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἃς καὶ ἀποδώσει ὁ ὁμολογῶν τῶι Λουκίωι Οὐαλερίωι Πρείσκωι …ρ … ἐν μηνὶ Ἁθὺρ τοῦ εἰσιόντος ἑβδόμου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ἐὰν δὲ μὴ ἀποδῷ ὁ ὁμολογῶν ἐν τῶι ὡρισμένωι χρόνῳ καθότι πρόκειται ἀποτεισάτω τὸ ἀργύριον καὶ τοὺς τόκους … πρὸς ἀσφάλειαν δέδωκεν ὁ ὁμολογῶν ἐν ὑπαλλάγματι … τὴν ὑπάρχουσαν αὐτῶι ἐν …αστου οἰκίαν καὶ αὐλὴν …ωκα τὰς τῆς οἰκονομίας ἀσφαλείας …να περὶ δὲ τῆς πράξεως καὶ … Λουκίωι Οὐαλερίωι Πρείσκωι ἐκ… … καὶ ἐκ τῆς προκειμένης οἰκίας καὶ αὐλῆς καὶ ἐκ … αὐτοῦ ὑπα… καθάπερ ἐκ δίκης. ὑπογραφεὺς Ἡλιόδωρος γρα Πετεσοῦχος Ἠλεῖτος τοῦ Πετεσούχου ὁμολογῶ ἔχειν παρὰ τοῦ Ἀνουβᾶτος ἐκ τοῦ λόγου Λουκίου Οὐαλερίου Πρίσκου …ου τὰς … δραχμὰς ὀγδοήκοντα ὀκτὼ διὰ χειρὸς ἃς καὶ ἀποδώσω ἐν μηνὶ Ἁθὺρ τοῦ εἰσιόντος ἑβδόμου ἔτους Ἁδριανοῦ τοῦ κυρίου …ε… σὺν γεφαλι… τόκους ὑπο… … οἰκίαν … …ται …η…αι…ηδ…α…οικονι…ι τη… αποδῶι κ…γ…σφ… εστ…αι Λούκιος Οὐαλέριος …κος στρατιώτης διὰ Ἀνουβᾶτος φροντιστοῦ …μαι τη… …ια καθὼς πρόκειται

---

Documentary Papyri, P.Stras. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.stras;5.
