# P.Stras. 5 472

Documentary Papyri, P.Stras. 5, P.Stras. 5 472. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-stras-5/472
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-stras-5/472

χμγ μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος τὸ γ χρυσοῦν ἔτος Χοίακ τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ καλουμένῃ Ἀναστασίας ἡ τυγχάνουσα ἐπὶ τῆς Ἑρμουπολιτῶν διὰ τοῦ εὐλαβεστάτου Φοιβάμμωνος πρεσβυτέρου καὶ οἰκονόμου τῆς αὐτῆς ἁγίας ἐκκλησίας παρὰ Αὐρηλίου Ἀφοῦτος Φοιβάμμωνος μητρὸς Θερμούθεως ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν καὶ Αὐρηλίου Ἰωάννου Παθοοῦτος μητρὸς … ἀπὸ ἐποικείου Τηυπαρὰτ πεδίων κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου νομοῦ χαίρειν. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες καὶ ἀλληλανάδοχοι ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἐπὶ διετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν Θεῷ εἰσιούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος τὴν ὑπάρχουσαν αὐτῇ σπορίμης γῆς ἄρουραν μίαν ἄνυδρον οὖσαν ε… δυσὶ ὧν γείτονες ταύτης νότου γήδια τοῦ αὐτοῦ εὐλαβεστάτου Φοιβάμμωνος, βορρᾶ καὶ ἀπηλιώτου δημόσια ἐδάφη, λιβὸς ἡ ἄρουρα …ηστεμο…ω διακειμένην ἐν τῷ ἀπηλιώτῃ τῆς αὐτῆς πόλεως ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου νομοῦ εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρούμεθα, φόρου ταύτης κατʼ ἔτος σίτου ἀρταβῶν … ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον ἀποδώσομεν καὶ μετρήσομέν σοι τῷ Ἐπεὶφ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως καὶ ἀποκαταστήσομεν τοῦτον τὸν φόρον εἰς τὸν θησαυρὸν τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἐν Ἑρμουπόλει ἰδίοις ἡμῶν ζῴοις. παρέξομεν δὲ κατʼ ἔτος ἀχύρου σιτίνου σαργάνην μίαν καὶ … κατʼ ἔτος, ἐν δὲ ἀβρόχῳ, τὸ μὴ εἴη, παρέξω τὸ … μέρος τοῦ προκειμένου φόρου. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἰσχύουσα Αὐρήλιοι Ἀφοῦς Φοιβάμμωνος καὶ Ἰωάννης Παθοοῦτος οἱ προκείμενοι μεμισθώμεθα ἐξ ἀλληλεγγύης … ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιος …ς Πέτρου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων Ἴσακος Ἰωάννου … μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων Φλαούιος … ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων

---

Documentary Papyri, P.Stras. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.stras;5.
