# P.Stras. 6 585.1-13

Documentary Papyri, P.Stras. 6, 585.1 to 585.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-stras-6/585.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-stras-6/585.1

ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Γερμανικείου ζ ἐν Ἑρμουπόλει τῇ μεγάλῃ. ὁμολογεῖ Μουσαῖος Ἑρμαίου τοῦ καὶ Ἀφροδεισίου Ἀχιλλέως μητρὸς Δημητρίας … Ἑρμοπολείτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς ὡς ἐτῶν λ… Σαραπίωνι Ἀχιλλέως τοῦ Ἀφροδεισίου μητρὸς Τερεῦτος Ἑρμοπολείτῃ ἀναγραφομένῳ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ὡς ἐτῶν … πεπρακέναι τὸν ὁμολογοῦντα τῷ Σαραπίωνι τὸ ὑπάρχον αὐτῷ ἐν Ἑρμουπόλει ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς τρίτον μέρος καὶ ἕκτον μέρος τῆς ἀπὸ νοτοῦ ταύτης ἑτέρας οἰκίας καὶ αὐλῆς καὶ ἐν κώμῃ Ποανπιμήνει Πάτρη Ἄνω τέταρτον καὶ τριακοσθεκτὸν μέρος οἰκίας καὶ αὐλῆς καὶ … καὶ τῶν πάντων συνκυρόντων καὶ χρηστηρίων καὶ ἀνηκόντων καὶ εἰσόδων καὶ ἐξόδων γείτονες τοῦ μὲν τρίτου μέρους τῆς προδεδηλωμένης οἰκίας νότου ἡ προονομασθεῖσα ἑτέρα οἰκία βορρᾶ κληρονόμων … ἀπηλιώτου κληρονόμων Πελώιος λιβὸς δημοσία ῥύμη διʼ ἧς ἡ εἴσοδος καὶ ἔξοδος καὶ τοῦ ἕκτου μέρους τῆς νοτίνης οἰκίας νότου δημοσία ῥύμη βορρᾶ ἡ προονομασθεῖσα οἰκία ἀπηλιώτου κληρονόμων Πελώιος λιβὸς δημοσία ῥύμη διʼ ἧς ἡ εἴσοδος καὶ ἔξοδος τῆς δὲ ἐν κώμῃ Πουανπιμήνει οἰκίας νότου ἱερὸν Ἴσιδος θεᾶς μεγίστης βορρᾶ δημοσία ῥύμη διʼ ἧς ἡ εἴσοδος καὶ ἔξοδος ἀπηλιώτου …ητος Τοθήους λιβὸς Νουμηνίου …ος, τὴν δὲ συμπεφωνημένην τιμὴν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας ἀπεσχηκέναι τὸν πωλοῦντα παρὰ τοῦ ὠνουμένου κατὰ …κησιω… εἶναι τὴν τῶν πεπραμένων μερῶν …ιταιων κυρείαν καὶ κράτησιν περὶ τὸν ὠνούμενον καὶ τοὺς παρʼ αὐτοῦ χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσεσθαι μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὸν ὠνουμένον μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί. ἐὰν δὲ ἐπέλθῃ ἢ μὴ βεβαιοῖ ἥ τʼ ἔφοοδος ἄκυρος ἔστω καὶ προσαποτεισάτω ἢ ὁ ὑπὲρ αὐτοῦ ἐπελευσόμενος τῷ ὠνουμένῳ ἢ τοῖς παρʼ αὐτοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ … ἥδε κυρία ἔστω … τὰ εἰς τὸ ἐνκυκλῖον καθήκοντα τέλη Μουσαῖος Ἑρμαίου τοῦ καὶ Ἀφροδισίου Ἀχιλλέως μητρὸς Δημητρίας Ἑρμοπολείτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς τρίτον μέρος οἰκίας καὶ ἕκτον μέρος τῆς ἀπὸ νότου ταύτης ἑτέρας οἰκίας καὶ αὐλῆς καὶ ἐν κώμῃ Ποαμπιμήνει Πάτρη Ἄνω τέταρτον καὶ τριακόστεκτον μέρος οἰκίας καὶ αὐλῆς καὶ … καὶ τῶν πάντων χρηστηρίων καὶ ἀνηκόντων …

---

Documentary Papyri, P.Stras. 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.stras;6.
