# P.Tarich. 1

Documentary Papyri, P.Tarich., P.Tarich. 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tarich/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tarich/1

τοῖς τὰ προσοδικὰ κρίνουσιν χρηματισταῖς ὧν εἰσαγωγεὺς Μέλας παρὰ Ἀμεννέως τοῦ Ὥρου καὶ Ὀννώφριος τοῦ Τεῶτος ταριχευτῶν Τάνεως. τοῦ ιϛ ἔτους Φαμενὼθ θ ἐπεδώκαμεν Πρωτάρχωι τῶν φίλων καὶ πρὸς τῆι ἐπιμελείαι τῶν χρηματιστῶν ἐμφανισμὸν κατὰ Ἀβύκιος τοῦ Ὥρου καὶ Κελεχώνσιος τοῦ Πάσιτος καὶ Πάσιτος τοῦ Ψενεφμοῦτος ταριχευτῶν Φιλαδελφείας περὶ βασιλικῶν μειζόνων καὶ τούτου χρηματισθέντος ὑμῖν τῆι κε τοῦ Φαρμοῦθι παρήγγελται τοῖς προγεγραμμένοις ἀπαντᾶν ἐπὶ τὸ κριτήριον καὶ ἐκτεθείσης τῆς καταστάσεως δίς, οὐκ ἀπήντησαν φυγοδικοῦντες. …φ…νκ…α…σ…υ…ν…ν τοῖς ἰδίοις τοῖς τε φυλακίταις παραδιδομένων ἡμῶν ὑπ’ αὐτῶν εἰς τὸ τῶι ζεῖν ἐπανελέσθαι καὶ διαπεσεῖν τὰ τῶι βασιλεῖ ἀνήκοντα καὶ καταδυναστευόμενοι ὑπ’ αὐτῶν ἠναγκάσθημεν ἐξαποστεῖλαι ἕνα ἡμῶν Ὀννῶφριν εἰς Ἀλεξάνδρειαν ἐπιδοῦναι τῶι Πρωτάρχωι ὑπόμνημα περὶ τούτων τῆι λ τοῦ Ἐπεὶφ. τούτου δὲ χρηματισθέντος πρὸς ὑμᾶς τὴν ταχίστην διεξαγαγεῖν καὶ μὴ ἐπιτρέπειν ἐπιβάλλειν ἡμῖν τὰς χεῖρας καὶ τοῦ Ὀννώφριος ἀναπλεύσαντος ἔχοντος πρὸς ὑμᾶς χρηματισθέντα παρὰ Πρωτάρχου χρηματισμὸν κα…κ… οἱ ἀντίδικοι ἐπιγνόντες καὶ συνειδότες αὑτοῖς ἐνεσχημένοις τοῖς ἐγκεκλημένοις, προσλαβόμενοι συνεργοὺς Κλέωνα τὸν τῆς προγεγραμμένης κώμης Τάνεως ἀρχιφυλακίτην καὶ ἄλλους … Ἡρώιδην καὶ Παχῆν ταριχευτὰς τῶν ἐκ Κερκήσεως καὶ ἀπαντήσαντες …μ…π…ων… ἐπιδόντας ὑμῖͅν τὸν χρηματισμὸν καὶ βίαι χρησάμενοι ἀπήγαγον ἡμᾶς καὶ Ψενῆσιν τὸν ἀδελφὸν εἰς τὴν μεγάλην φυλακὴν τῆι κβ τοῦ Μεσορῆ ὡς Δριμύλου τοῦ πρὸς τῶι παρασφραγισμῶι παραλογισθέντος καὶ ἕως τοῦ νῦν ἀπήγμεθα ἀναίτιοι ὄντες. ἐπεὶ οὖν …οντα καὶ τὰ ὑπὸ τοῦ βασιλέως προστεταγμένα περὶ τοῦ … τοὺς ἐμφανίζοντας περὶ χρησίμων μηδὲ ἀπάγεσθαι παρευρέσει ἡιτινιοῦν, ἀλλὰ πολυωρίας τυγχάνειν …αυτα …ησα…τα… τυνχάνομεν ἀπηγμένοι, ἀξιοῦμεν ὑμᾶς μετὰ πάσης ἱκετείας μὴ περιιδεῖν ἡμᾶς καταδυναστευομένους ὑπὸ τῶν ἀντιδίκων, ἀλλὰ συντάξαι ἀνακαλέσασθαι ἡμᾶς ἐκ τῆς φυλακῆς ο… ἐπισκεψαμένους περὶ τούτων καὶ, ἐὰν φαινώμεθα ἐν μηθενὶ ἐνεχόμενοι , διεθῶμεν, ὑπὲρ δὲ τῶν ἐγκαλουμένων Ἀβύκιος καὶ Κελεχώντιος καὶ Πάσιτος καὶ οὓς προσέλαβον ταριχευτὰς Παχῆν καὶ Ἡρώιδην διαλαβεῖν ἄξια ὧν ἀπειργασμένοι εἰσίν. τούτου δὲ γενομένου οἵ τε λοιποὶ ἐπισταθήσονται τοῦ μη…ι ἀμφισβητεῖν τοῖς ἐμφανίζουσι περὶ χρησίμων, ἡμεῖς δὲ τευξόμεθα τῆς παρ’ ὑμῶν βοηθείας.

---

Documentary Papyri, P.Tarich.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tarich.
