# P.Tarich. 3

Documentary Papyri, P.Tarich., P.Tarich. 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tarich/3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tarich/3

Πρωτάρχωι τῶν φίλων παρὰ Ἀμεννεῦτος τοῦ Ὥρου ἐνταφιαστοῦ ἐκ κώμης Τάνεως τοῦ Ἀρσινοίτου νομοῦ. ἀδικούμενος ἐγώ τε καὶ Ὀννώφριος ὁ μέτοχός μου ὑπὸ Ἀβούχιος τοῦ Ὥρου καὶ Κελεχώντιος τοῦ Πάσιτος καὶ Πάσιτος τοῦ Ψενεφμοῦτος ἐνταφιαστῶν τῶν ἐκ Φιλαδελφείας τοῦ αὐτοῦ νομοῦ, ἐπεδώκαμεν σοὶ ὑπόμνημα τοῦ ιϛ ἔτους Φαμενὼθ … ἐν Μέμφει δι’ οὗ διασαφήσαντες τὸ καθ’ ἓν τῶν ἀδικημάτων καὶ ὅν τε τρόπον οἱ προγεγραμμένοι εἴησαν ἀπὸ τῶν βασιλικῶν νενοσφισμένοι ἃ ἔδει κατ’ ἔτος αὐτοὺς πραχθῆναι εἰς τὸ βασιλικὸν ἀπὸ τοῦ β ἔτους ἕως τοῦ νῦν, σοῦ δὲ γράψαντος τοῖς τὰ προσοδικὰ κρίνουσι χρηματισταῖς ὧν εἰσαγωγεὺς Μέλας διεξαγαγεῖν περὶ τούτων καὶ ἡμῶν ἐπιδόντων αὐτοῖς τὰ παρὰ σοῦ γραφέντα τοῦ αὐτοῦ ἔτους … καὶ χειρογραφησάντων τὸν βασιλικὸν ὅρκον παραμενεῖν ἕως τοῦ τὰ κατὰ τὴν κρίσιν διεξαχθῆναι, ἀποδόντων δὲ τοῖς ἀντιδίκοις τὸ ἀντίγραφον τοῦ ὑπομνήματος καταβάντων αὐτῶν ἡμε… παρ…γενομε… δι…κριθ…ντα ἡμῖν …ν…σ…ι… της ἡμέρας γνώσεως, οἱ δὲ ἀντίδικοι οὐ παρεγένοντο, ἀλλὰ παραλαβόντες τοὺς φυλακίτας κατέτρεχον ἡμᾶς βουλόμενοι κακοποιῆσαι ὅπως ἐκλίπωμεν τὴν κρίσιν, ἐπιδόντων δὲ ἡμῶν ὑπόμνημα τοῖς χρηματισταῖς περὶ τούτων καὶ οὐδενὸς ἡμῖν … καταπλεύσας ὁ εἷς ἡμῶν Ὀννῶφρις ἐπέδωκέν σοι ὑπόμνημα τῆι α τοῦ Μεσορὴ ἐν ὧι διασαφήσαντες περὶ ἑκάστων τῶν συμβεβηκότων … τοῖς χρηματισταῖς … Ὀννώφριος επα… καστων ἐπιγνόντες οἱ ἀντίδικοι παραλαβόντες … καὶ παραλογισάμενοι Δριμύλον τ… αὐτοῖς ἐπιστολὴν τ… εν τῆι κ… παραλαβόντες φυλακίτας τινὰς … καταφρονούντων δὲ επιτ… εἴημεν παραδεδομένοι … αὐτῶν εἰς ὑποψίαν … αναγκασθέντες δὲ … ἡμῶν ἐπὶ πλέον ζῆν ἐν τῆι φυλακῆι μεταλαβὼν … ὁ Δριμύλος ἀποστείλας τινὰς … τῶν παρ’ αὐτοῦ καὶ ἐξαγαγὼν ἡμᾶς ἐκ τῆς … παρόντων καὶ τῶν ἀντιδίκων … μεταδόντων ἡμῶν τῶι Δριμύλωι …ναι ην…αμεν…ι…χρηματιστῶν παραθέντες τε μ…η…νουτουσεομ…εω… τοὺς ἀντιδίκους εικα…ους κ…ν… δὲ φαμε… μὴ ὑπάρχειν πάλιν …ουσ…ν φυλακὴν καταφθειρομένων δὲ ἡμῶν …ν … χρείαν ἐχόντων τῶν ἀναγκαίων, δαπανήσαντες τὰ ἴδια …ιεβ… οὐχ ὡς ἔτυχεν δεόμεθά σου καταδεδυνασμένοι ὑπὸ τῶν ἀντιδίκων … κατισχύειν τοῖς ἰδίοις, ἐπιδεόμενοι δὲ τῆς σῆς μισοπονηρίας ἀξιοῦμεν, …ἵνα μὴ παρὰ τὴν σὴν προαίρεσιν ἠδικημένοι ὦμεν, γράψαι Πτολεμαίωι τῶι … ἀποστεῖλαι τοὺς ἀντιδίκους ἐπὶ σὲ ὅπως τῆς τούτων ἐπισκέψεως γενομένης … τύχωμεν διὰ σὲ τῆς ἐν… εὐτύχει … … ἀντιδικ… …εινηντ… …νον εσ…

---

Documentary Papyri, P.Tarich.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tarich.
