# P.Tebt. 1 60.1.1-60.3.50

Documentary Papyri, P.Tebt. 1, 60.1.1 to 60.3.50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-1/60.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-1/60.1.1

Κερκεοσίρεως. ἔστιν τὸ ἀναγραφόμενον πᾶν ἔδαφος ἕως τοῦ νβ ἔτους γῆς ἄρουραι Δψ. τούτων κώμηι σὺν περιστάσει ο 𐅵 δ, ἀφʼ ὧν παραδείσου ἐρήμου α δ, καταλείπονται κώμης ξθ 𐅵. ὑπολόγου ἀφόρου τοῦ ἐκτὸς μισθώσεως ἄρουραι ρξθ 𐅵 ιϛ. ἱερᾶς γῆς πρώτων ἱερῶν· Σούχου θεοῦ μεγάλου μεγάλου χέρσου ρμα 𐅵, Σοκνεβτύνιος θεοῦ μεγάλου μεγάλου ἀπὸ τῆς ἀνιερωμένης ὑπὸ τῶν διὰ Χομήνιος ἐσπαρμέναι ἄρουραι ρλ, γίνονται πρώτων ἱερῶν σοα 𐅵. δευτέρων ἱερῶν τῶν ἐν τῆι κώμηι θεῶν κ δ η. ὥστʼ εἶναι ἱερᾶς ἀρούρας σϙα 𐅵 δ η, ὧν ἐσπαρμένης ρν δ η. … ἐσπαρμένης … ρν δ η. … κληρουχικῆς τῆς ὑπαρχούσης ἕως τοῦ νβ ἔτους γῆς ἄρουραι Αφξδ 𐅵 δ ιϛ λβ, ὧν ἐστιν· κατοίκων ἄρουραι ϡξε δ, ὧν ἐσπαρμένης τξη δ η. τριακονταρούρου χερσεφίππου λδ ιϛ λβ. ἐφόδων ἄρουραι μη, ὧν ἐσπαρμένης ιδ. φυλακιτῶν ἄρουραι κ, ὧν ἐσπαρμένης ιζ. ἐρημοφυλάκων γίνονται τούτων ἄρουραι Αξζ δ, ὧν ἐσπαρμένης τϙθ δ η. καὶ τῶν φερομένων ἐν τῆι τῶν μαχίμων συντάξει οἷς τὴν καταμετρηθεῖσαν ἀπὸ τῆς ἐσπαρμένης γεγονέναι ἐν τοῖς ἀπὸ τοῦ μ ἔτους· τῶν ὑπὸ τὴν Χομήνιος λααρχίαν … ἱππέων καὶ ἑπταρούρων υμη, … ἐσπαρμένης τλθ, ὑπολόγου ρθ. … καὶ τῶν διὰ Πτολεμαίου καὶ Ξένωνος, … ἐσπαρμένης ἄρουραι ιθ 𐅵. … ὥστʼ εἶναι ἀρούρας υξζ 𐅵, ὧν ἐσπαρμένης τνη 𐅵. … ὥστε εἶναι τὰς προκειμένας ἀρούρας Αφξδ 𐅵 δ ιϛ λβ, ὧν ἐσπαρμένης ὑπολόγου παραδείσων τῶν ἐν περιμέτρῳ τῆς κώμης· ἐν λαχανείαι ἐρήμου α δ, καὶ ἐν τῆι ἱερᾷ γῆι Σούχου θεοῦ μεγάλου κ, γίνονται κα δ. νομῶν τῶν πρὸς χαλκὸν διοικουμένων ἣν ἐφημμίσθαι διὰ τὸ παρακεῖσθαι τῶι ὄρει ἄρουραι ροε δ η περὶ Ψιναρα. εἰς τὸ αὐτὸ τῶν προκειμένων εἰδῶν ἄρουραι Βσοβ δ η ιϛ. καταλείπονται βασιλικῆς εἰς τὸ νγ ἔτος ἄρουραι Βυκζ 𐅵 ιϛ λβ ἀρτάβαι μυριὰς α Βτλ β. … τούτων ἐστὶν τῶν τιθεμένων ἐν ἐπιστάσει ἄρουραι σξα ιϛ ' ἀρτάβαι Αψλβ 𐅵 ιβ. … καταλείπονται Βρξϛ 𐅵 λβ ἀρτάβαι μυριὰς α φϙη ιβ.

---

Documentary Papyri, P.Tebt. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;1.
