# P.Tebt. 1 72.C.5.110-72.C.7.158

Documentary Papyri, P.Tebt. 1, 72.C.5.110 to 72.C.7.158. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-1/72.C.5.110
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-1/72.C.5.110

τῆς ἐν τῶι κγ ἔτει ἀπὸ τῶν ἀπολειπουσῶν παρὰ τὰς ὑποστάσεις τοῦ ιβ τοῦ καὶ α ἔτους ὑπὲρ ὧν ἀπολογίζεται ὁ κωμογραμματεὺς εἶναι τὴν προσεξευρεθεῖσαν ὑπὸ Ὀσοροήριος τοῦ γενομένου βασιλικοῦ γραμματέως ἐν τοῖς ἔμπροσθεν χρόνοις κατατείνειν τοὺς γεωργούς, ἣν τίθεμεν ἐν τῶι ὑπολόγωι, ἄρουραι κζ ἀρτάβαι ρνζ, ὧν πυροῦ ρμα ὀλύρας αἳ πυροῦ ιε δ χαλκοῦ 𐅵 δ. γίνονται ἐμβρόχου ροβ 𐅵 ιδ ἀρτάβαι ϡκϛ 𐅷, ὧν πυροῦ χνα ιβ κριθῆς αἳ πυροῦ ιδα 𐅵 ὀλύρας αἳ πυροῦ πθ 𐅵 γ ιβ χαλκοῦ μδ ϛ. κεχερσευμένης τῆς ἀπὸ τοῦ λ ἔτους ἀπὸ τῆς πρότερον ἀναγραφομένης … κβ δ η ιϛ ἀνὰ δ 𐅵 γ ιβ ἀρτάβαι ϙδ 𐅵 δ, ὧν πυροῦ μϛ δ κριθῆς αἳ πυροῦ μ ὀλύρας αἳ πυροῦ ϛ χαλκοῦ β 𐅵. γίνονται φκα δ ιϛ ἀρτάβαι Βχλδ …, ὧν πυροῦ Βρπζ ιβ κριθῆς αἳ πυροῦ ρϙε 𐅵 γ ιβ ὀλύρας αἳ πυροῦ ρξγ 𐅵 γ ιβ χαλκοῦ οβ 𐅷. … ἐμβρόχου τῆς ἐν τῆι ἀναγεγραμμένηι ἱερᾶι δευτέρων ἱερῶν ἐν τοῖς ἀπὸ τοῦ μ ἔτους χρόνοις ἄρουραι ε ἀρτάβαι κδ 𐅵 δ. γίνονται τοῦ ἕως τοῦ λθ ἔτους … ἄρουραι φιθ δ ιϛ κθ δ ιϛ ἀρτάβαι κϛνθ ιβ, ὧν πυροῦ Βσκϛ 𐅵 ιβ κριθῆς αἳ πυροῦ ρϙε 𐅵 γ ιβ ὀλύρας αἳ πυροῦ αξγ 𐅵 γ ιβ χαλκοῦ οβ 𐅷. γίνονται τούτων ωπθ 𐅵 ἀρτάβαι υνγδ 𐅵, ὧν πυροῦ Βϡοβ γ ιβ κριθῆς αἳ πυροῦ Ασξδ γ ὀλύρας αἳ πυροῦ σιγ χαλκοῦ πζ 𐅵 δ. καὶ τίθεται ἐν τῶι ὑπολόγωι τῶν ἐν τῶι ν ἔτει καὶ ἀπὸ τῶν ἕως τοῦ μθ ἔτους κειμένων ἐν τοῖς ἐπισκεφθησομένοις τῶν σημαινομένων διὰ τῶν μεταδεδομένων πρὸς τὴν πραγματείαν τοῦ ἀπολογισμοῦ τοῦ ἐδάφους βυβλίων προσηγγέλθαι καταμεμετρῆσθαί τισιν τῶν προσληφθέντων εἰς τὴν κατοικίαν ἀπὸ σπορίμου καὶ τῆς ἄλλης τῆς μὴ καθηκούσης, ἧς τοὺς πρότερον βασιλικοὺς γραμματεῖς τὴν μὲν προανταναιρεθεῖσαν ἀπὸ ὑπολόγου ἀναγράφεσθαι ἐν κληρουχίαι τὴν δὲ προσαγγελεῖσαν ἀπὸ σπορίμου θεῖναι ἐν συγκρίσει εἰ αὐτὴ ἀνταναιρετέα ἄλλη δὲ ἀπὸ ὑπολόγου ἀνταναιρεθεῖσα ἀποκαταστατέα. καὶ τούτων σημανθέντων ἐπὶ τῆς γενηθείσης παρʼ Ἀπολλοδώρωι τῶι γενομένωι ἐπιστάτει καὶ γραμματεῖ τῶν κατοίκων ἱππέων συνεδρείας παραθέσθαι τὰ περὶ τῶν κατοίκων ἐγδεδομένα προστάγματα, Ἀρχιβίου δὲ τοῦ γενομένου διοικητοῦ παρεπιγεγραφότος ἐπὶ τῆς ὁμοίας·

---

Documentary Papyri, P.Tebt. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;1.
