# P.Tebt. 1 74.1.1-74.2.37

Documentary Papyri, P.Tebt. 1, 74.1.1 to 74.2.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-1/74.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-1/74.1.1

ἔτους δ, παρὰ Μεγχείους κωμογραμματέως Κερκεοσίρεως. ἀπολογισμὸς ὑπολόγου διεσταλμένου τοῦ ἀπὸ τοῦ μ ἔτους καὶ τοῦ ἕως τοῦ λθ ἔτους παρακειμένων καὶ τῶν προσηγγελμένων ἐπὶ τοῦ διοικητοῦ μετὰ τὸν σπόρον τοῦ δ ἔτους, ὁμοίως δὲ καὶ τῆς δυναμένης εἰς μίσθωσιν ἀχθῆναι ἀπὸ τοῦ εἰς τὸ ε ἔτος ἐκ τῆς ἀξίας. τοῦ ἀπὸ τοῦ μ ἔτους τμ η ιϛ ἀρτάβαι Αψοε 𐅵 γ ιβ, καὶ τοῦ ἕως τοῦ λθ ἔτους φϙϛ δ η ιϛ ἀρτάβαι Γξγ 𐅵 ιϛ, γίνονται ὑπολόγου ϡλϛ 𐅵 ἀρτάβαι Δωλη 𐅵 δ. ἀνταναιρουμένων δὲ τῶν προσηγγελμένων ἐπὶ τοῦ διοικητοῦ μετὰ τὸν σπόρον τοῦ δ ἔτους ἐκ τῆς ἀξίας· ἀπὸ ἐμβρόχου τῆς ἐν τῶι νβ ἔτει ϛ 𐅵, καὶ ἀπὸ ἀσπόρου τῆς ἐν τῶι μα ἔτει ἄρουραι η 𐅵, γίνονται ἄρουραι ιε, ὧν ἦν οε, ἀνθʼ ὧν ἐκ τῆς ἀξίας ἐπὶ μὲν ἔτη ε ἀνὰ 𐅵 καὶ εἰς τὸν χρόνον ἀνὰ α, καταλείπονται ἄρουραι ϡκα 𐅵 ἀρτάβαι Δψξγ 𐅵 δ, ὧν ἀπὸ τοῦ μ ἔτους τκε η ιϛ ἀρτάβαι Αψ 𐅵 γ ιβ, ἕως λθ ἔτους φϙϛ δ η ιϛ ἀρτάβαι Γξγ 𐅵 ιβ. ὧν εἶναι τῆς δυναμένης εἰς μίσθωσιν ἀχθῆναι ἀπὸ τοῦ εἰς τὸ ε ἔτος ἐκ τῆς ἀξίας εἰς νομὰς καὶ …ρσονομὰς ἀπὸ ὑπολόγου τοῦ ἀπὸ τοῦ μ ἔτους ἀρούρας λ, ὧν ἦν ρμα 𐅵 ιϛ, ἀνθ ὧν ἐπὶ μὲν ἔτη ε ἀνὰ δ καὶ ἐπʼ ἄλλα ἔτη ε ἀνὰ 𐅵 εἰς δὲ τὸν λοιπὸν χρόνον ἀνὰ α. τούτων ἀπὸ ἐμβρόχου να ἔτους ε 𐅵 η ιϛ ἀρτάβαι κη 𐅵 δ, ἀπὸ χέρσου μ ἔτους ια ιϛ ὧν ἦν με, ἀπὸ ἀσπόρου ἣν χερσεύειν ιγ δ ἀρτάβαι ξζ 𐅵 γ, γίνονται ἄρουραι λ ὧν ἦν ἀρτάβαι ρμα 𐅵 ιβ. … ἔτους δ, παρὰ Μεγχείους κωμογραμματέως Κερκεοσίρεως. ἀπολογισμὸς ὑπολόγου τοῦ ἀπὸ τοῦ μ ἔτους καὶ τοῦ ἕως τοῦ λθ ἔτους, παρακειμένων καὶ τῶν προσηγμένων ἐπὶ τοῦ διοικητοῦ μετὰ τὸν σπόρον τοῦ δ ἔτους, ὁμοίως δὲ καὶ τῆς δυναμένης εἰς μίσθωσιν ἀχθῆναι καὶ ἀχρήστου τοῦ ἀπὸ τοῦ μ ἔτους ἀπὸ τοῦ εἰς τὸ ε ἔτος ἐκ τῆς ἀξίας.

---

Documentary Papyri, P.Tebt. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;1.
