# P.Tebt. 1 74.2.38-74.3.70

Documentary Papyri, P.Tebt. 1, 74.2.38 to 74.3.70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-1/74.2.38
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-1/74.2.38

ἐμβρόχου διὰ τὸν ὄμβρον τῶν παρακειμένων ὑδάτων ἀπὸ τοῦ περὶ Θεογονίδα μεγάλου περιχώματος καὶ Ταλί, τῆς ἐν τῶι να ἔτει λϛ δ ἀρτάβαι ρϙζ 𐅵 δ, τῆς ἐν τῶι μδ ἔτει ι ἀρτάβαι μθ 𐅷, γίνονται ἄρουραι μϛ δ ἀρτάβαι σμζ γ ιβ. ἁλμυρίδος τῆς ὑπὸ Διονυσίου τοῦ Πτολεμαίου τοῦ προστάντος τῆς ἀπὸ ὑπολόγου ἀναχθείσης ὑπὸ Πτολεμαίου τοῦ Φιλίνου ἐν τῶι ν ἔτει ξα 𐅵 ἀρτάβαι σϙα 𐅵, τῆς ἐν τῶι μδ ἔτει θ δ ἀρτάβαι με, τῆς ἐν τῶι μβ ἔτει ιη 𐅵 δ ἀρτάβαι οϛ 𐅵 γ ιβ, τῆς ἐν τῶι μ ἔτει ρνθ δ η ἀρτάβαι ωϙθ 𐅵, γίνονται ἁλμυρίδος σμη 𐅵 δ η ἀρτάβαι Ατια 𐅵 γ ιβ. γίνονται τοῦ ἀπὸ τοῦ μ ἔτους σϙε η ιϛ ἀρτάβαι Αφνθ γ. καὶ τοῦ ἕως τοῦ λθ ἔτους· ἁλμυρίδος ἣν καὶ κατεξῦσθαι χάριν τῶν ἐπενεχθέντων ὑδάτων ἄρουραι τκθ δ ἀρτάβαι 610 γ, ἐμβρόχου ρϙβ 𐅵 δ ἀρτάβαι Ακθ γ ιβ, χέρσου διὰ τὸ παρακεῖσθαι τῆι λοιπῆι ἀφόρωι κβ δ η ιϛ ἀρτάβαι ϙδ 𐅵 δ, γίνονται ἄρουραι φμδ δ η ιϛ ἀρτάβαι Βψλδ 𐅵. ἐβρόχου τῆς ἐν τῆι ἠθετημένηι ἱερᾷ ε ἀρτάβαι κδ 𐅵 γ, γίνονται φμθ δ η ιϛ ἀρτάβαι Βψνθ γ. καὶ τίθεται ἐν τῶι ὑπολόγωι τῆς καταμετρηθείσης τισὶν κατοίκοις ἀντὶ τῆς ἐπισταλείσης χέρσου ἄρουραι μζ ἀρτάβαι σλδ ιβ, καὶ ἀπὸ τῶν ἐν συνκρίσει διαφόρων ἀρτάβαι ο ϛ, γίνονται μζ ἀρτάβαι τδ δ. γίνονται τοῦ ἕως τοῦ λθ ἔτους φϙϛ δ η ιϛ ἀρτάβαι Γξγ 𐅵 ιβ, τοῦ δὲ ὑπολόγου ἀχρήστου ωϙα 𐅵 ἀρτάβαι Δχκβ ϛ.

---

Documentary Papyri, P.Tebt. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;1.
