# P.Tebt. 1 75.4.34-75.6.68

Documentary Papyri, P.Tebt. 1, 75.4.34 to 75.6.68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-1/75.4.34
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-1/75.4.34

γίνονται κατειργασμένης ἄρουραι ιβ 𐅵 δ ἄρουραι … …ες…. καὶ ἣν ὑπετιθέμεθα εἰς μίσθωσιν ἀχθῆναι ἀπὸ τοῦ εἰς τὸ αὐτὸ ἔτος σπόρου ἐκ τῆς ἀξίας εἰς χορτονομὰς ἀπὸ ὑπολόγου τοῦ ἀπὸ τοῦ μ ἔτους· ἀπὸ ἐμβρόχου να ἔτους ε 𐅵 δ ἀρτάβαι κϛ 𐅵 γ. χέρσου τῆς ἐν τῶι μα ἔτει ια ιϛ ἀρτάβαι με. ἀπὸ ἀσπόρου ἣν κεχερσῶσθαι ιγ δ ἀρτάβαι ξε ϛ. γίνονται ἄρουραι λ ιϛ ὧν ἦν ρλζ, ἀνθʼ ὧν ἐκ τῆς ἀξίας ἐπὶ μὲν ἔτη ε ἀνὰ δ καὶ ἐπʼ ἄλλα ἔτη ε ἀνὰ 𐅵 εἰς δὲ τὸν λοιπὸν χρόνον ἀνὰ α. ὥστʼ εἶναι τῶν προσηγμένων τοῦ ἀπὸ τοῦ μ ἔτους ἀρούρας νζ 𐅵 δ ιϛ ἀρτάβας σογ· ἐμβρόχου νβ ἔτους ϛ 𐅵 ἀρτάβαι λβ 𐅵, να ἔτους κζ ἀρτάβαι ρλ γ, χέρσου μα ἔτους ια ιϛ ἀρτάβαι με, ἀπὸ ἀσπόρου ιγ δ ἀρτάβαι ξε ϛ, γίνονται νζ 𐅵 δ ιϛ ἀρτάβαι σογ. καταλείπονται ἄρουραι ωξη 𐅵 δ ἀρτάβαι Δυ 𐅵 δ. καὶ τῆς ἐν τῶι ε ἔτει καταμεμετρημένης Μεγχεῖ Πετεσούχου κωμογραμματεῖ ἀπὸ τοῦ ἐπικεχωρημένου τοῦ ἕως τοῦ λθ ἔτους κ ἀρτάβαι ϙη γ. γίνονται ἄρουραι οζ 𐅵 δ ιϛ ἀρτάβαι τοα γ. καταλείπονται …ς ἄρουραι ωμη 𐅵 δ ἀρτάβαι Δτβ γ ιβ. τούτων τοῦ ἀπὸ τοῦ μ ἔτους βπβ δ η ἀρτάβαι Αυϙϛ 𐅵 ιβ, καὶ ἕως τοῦ λθ ἔτους φοϛ η ιϛ ἀρτάβαι Βϡξε δ. τοῦ δὲ ἀχρήστου τοῦ ἀπὸ τοῦ μ ἔτους· ἐμβρόχου διὰ τὸν ὄμβρον τῶν παρακειμένων ὑδάτων ἀπὸ τοῦ περὶ Θεογονίδα μεγάλου περιχώματος καὶ Ταλί, ἐν τῶι να ἔτει ιε ἀρτάβαι ϙϛ ϛ, τῆς ἐν τῶι μδ ἔτει ι ἀρτάβαι μθ ϛ, ἐμβρόχου κε ἀρτάβαι ρμε γ. ἁλμυρίδος τῆς ὑπὸ Διονυσίου τοῦ Πτολεμαίου τοῦ προστάντος τῆς ἀπὸ ὑπολόγου ἀναχθείσης ὑπὸ Πτολεμαίου Φιλίνου ἐν τῶι ν ἔτει ξα 𐅵 ἀρτάβαι σϙα 𐅵, τῆς ἐν τῶι μδ ἔτει θ δ ἀρτάβαι με, τῆς ἐν τῶι μβ ἔτει ιη 𐅵 δ ἀρτάβαι οϛ 𐅵 γ ιβ, τῆς ἐν τῶι μ ἔτει ρνθ δ η ἀρτάβαι ωϙθ 𐅵, γίνονται ἁλμυρίδος σμη 𐅵 δ ιη ἀρτάβαι Ατια 𐅵 γ ιβ.

---

Documentary Papyri, P.Tebt. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;1.
