# P.Tebt. 2 286

Documentary Papyri, P.Tebt. 2, P.Tebt. 2 286. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-2/286
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-2/286

ἐκ μέρους ἀποκρίματος θεοῦ Ἁδριανοῦ. ἔτους ιϛϛ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Ἁθὺρ ιζ, Ἀπολλωνίδης πρὸς Κλαύδιον Ἀντωνῖνον. μεθʼ ἕτερα Αἴλιος Ἁδριανός· καὶ πρώην σοι ἀπεφηνάμην ὅτι τὸ ἐπίκριμά μου βοηθεῖ σοι καὶ τὴν Φιλωτέραν δὲ οἶμαι κρατίστην οὖσαν καὶ ἐπὶ τῷ ἀρίστῳ ἐμοὶ γνωρίμην οὐδέν σε ἀδικήσειν καὶ μάλιστα εἰδυῖαν ὅτι νομὴ ἄδικος οὐδὲν ἰσχύει, σὺ δὲ περὶ τῶν οὐ ζητουμένων ἐνοχλεῖν μοι θέλεις ἔχων τὸν ἐπίτροπον τοῦ δανειστοῦ ὃς ἀποκαταστήσει σοι τὰ σώματα. Φλαύιος Ἰουγκεῖνος· ἀκολούθως ταῖς τοῦ κυρίου ἡμῶν ἀποφάσεσι τὰ σώματα καὶ τὰς ἐργασίας ἀπολήμψεται Ἀπολλωνίδης παρὰ τοῦ Ἀντωνίνου τοῦ κληρονόμου. Ἰούλιος Θέων τῶν ἱερονικῶν καὶ ἀτελῶν νεωκόρος τοῦ μεγάλου Σαράπιδος γενόμενος ἀρχιδικαστὴς ἱερεὺς καὶ ὑπομνηματογράφος· ἀναστὰς εἰς συμβούλιον καὶ σκεψάμενος μετὰ τῶν παρόντων ὑπηγόρευσεν ἀπόφασιν ἣ καὶ ἀνεγνώσθη κατὰ λεξιν οὕτως ἔχουσα· … ἐκ τῶν ὠνῶν καὶ ἐκ τῆς τῶν ἀρχιτεκτόνων προσφωνήσεως καὶ ἐκ τῆς αὐτοψίας ἣν ἐγὼ ἐπεῖδον, ἡ οἰκία τῇ Πτολέμᾳ προσήκει. περὶ γὰρ τῆς νομῆς οὐδὲν ζητεῖν δεόμεθα προσκυνεῖν ὀφείλοντες τὰς ἀναγνωσθείσας τοῦ θεοῦ Τραιανοῦ καὶ τοῦ κυρίου ἡμῶν Ἁδριανοῦ Καίσαρος Σεβαστοῦ ἀποφάσεις.

---

Documentary Papyri, P.Tebt. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;2.
