# P.Tebt. 2 317

Documentary Papyri, P.Tebt. 2, P.Tebt. 2 317. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-2/317
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-2/317

Τίτῳ Φλαουίῳ Ἀρτεμιδώρῳ νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος γενομένῳ κοσμητῃ ἱερεῖ ἐξηγητῇ καὶ τοῖς Καισαρείοις καὶ τοῖς ἄλλοις πρυτάνεσι παρὰ Θενηρακλείας τῆς Ἡρακλήου τοῦ Ὀννώφρεως μητρὸς Ἡρωίδος ἀπὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ μετὰ κυρίου τοῦ ἀδελφοῦ Ἡρακλήου νεωτέρου ἀπὸ τῆς αὐτῆς κώμης. οὐ δυναμένη κατὰ τὸ παρὸν τὸν εἰς τὸν Ἀρσινοίτην νομὸν πλοῦν ποιήσασθαι συνίστημι ἀντʼ ἐμαυτῆς κατὰ τόδε τὸ ὑπόμνημα τὸν ἕτερον ἐμοῦ τε καὶ τοῦ Ἡρακλήου ἀδελφὸν ὄντα δὲ καὶ ἄνδρα Ἡράκληον πρεσβύτερον παρόντα καὶ εὐδοκοῦντα τῇδε τῇ συστάσει ἀναπλεύσοντα εἰς τὸν προκείμενον νομὸν καὶ καταστησόμενον ἐπί τε τοῦ τῆς Θεμίστου καὶ Πολέμωνος μερίδων στρατηγοῦ ἢ ἐπὶ τοῦ κρατίστου οὐσιακοῦ ἐπιτρόπου Οὐλπίου Ἡρακλείδου ἡνίκα ἐὰν εἰς τὸν νομὸν παραγένηται ἢ καὶ τοῦ κρατίστου ἐπιστρατήγου ἢ ἐφʼ ὧν ἐὰν ἄλλων δέον ἦν κριτῶν πρός τε Ἥρωνα τὸν καὶ Σαραπίωνα ἐξηγητεύσαντα τῆς Ἀρσινοιτῶν πόλεως κληρονόμον Τούρβωνος ἐξηγητεύσαντος τῆς αὐτῆς πόλεως περὶ ὧν οὐ δεόντως ἐπικρατεῖ ἀρουρῶν τριάκοντα ὀκτὼ η περὶ κώμην Ὀξύρυγχα τῆς αὐτῆς μερίδος τῷ Ἡρακλήῳ προσηκουσῶν κατὰ τὸ τῆς περιποιήσεως δίκαιον, καὶ πρὸς Μεγχῆν καὶ Σανσνέα ἀπὸ κώμης Κερκεσούχων Ὄρους τῆς αὐτῆς μερίδος περὶ μισθώσεως νομῶν, καὶ πάντα ἐπιτελέσοντα. διὸ ἀξιῶ ὑμᾶς συντάξαι τοῖς πρὸς τούτοις οὖσι ἤ τισιν ἄλλοις οἷς καθήκει ἵνʼ ἐὰν παρὼν ἐπʼ αὐτοὺς ᾖὁ Ἡράκληος χρηματίζωσιν αὐτῷ ἕκαστα ἐπιτελοῦντι ἐκ τοῦ ἐμοῦ ἀπούσης ὀνόματος καθὰ καὶ ἐμοὶ παρούσῃ ἐξῆν, εὐδοκῶ γὰρ ἐπὶ τούτοις ἵνα ἦ. ἐν πρ…ι δι… ὑπὲρ αὐτῆς. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Σαρματικοῦ Μεγίστου …η … συστατικὸς Θενηρακλείας πρὸς τὸν ἀδελφὸν …

---

Documentary Papyri, P.Tebt. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;2.
