# P.Tebt. 2 322

Documentary Papyri, P.Tebt. 2, P.Tebt. 2 322. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-2/322
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-2/322

Ἀπολλώνιος ὁ καὶ Διογένης σεσημείωμαι. Ἀμμωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ Μύστῃ καὶ Ἥρωνι γενομένοις γραμματεῦσι μητροπόλεως παρὰ Ἀχιλλέως Ἀπολλωνίου τοῦ Λουρίου τοῦ καὶ Ἀπολλωνίου κατοίκου ἀναγραφομένου καὶ ἀπογεγραμμένου διʼ ἑτέρου ὑπομνήματος. ὑπάρχει μοι ἐπʼ ἀμφόδου Μοήρεως μέρος οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ ἐξέδρας ἐν ᾧ προσαπογράφομαι τοὺς ὑπογεγραμμένους ἐνοίκους εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ὄντας ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένους ἐπʼ ἀμφόδου Συριακῆς ἐφʼ οὗ καὶ τῇ τοῦ ιδ ἔτους κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγράφησαν· καὶ εἰσὶ Πασιγένης Θέωνος τοῦ Εὐτύχους λαογραφούμενος ὀνηλάτης ἐτῶν ξα, καὶ τὸν τούτου υἱὸν Εὔτυχον μητρὸς Ἀπολλωνοῦτος τῆς Ἡρώδου ἐτῶν λ, καὶ τὴν τοῦ Πασιγένους γυναῖκα Ἡράκλειαν Κρονίωνος ἀπελευθέραν Διδύμου Ἥρωνος ἀπὸ Ταμειῶν ἐτῶν μ, καὶ ἐξ ἀμφοτέρων θυγατέρα Θᾶσιν ἐτῶν ε, καὶ τὰ τῆς Ἡρακλείας τέκνα Σαβεῖνον Σαβείνου τοῦ Κρονίωνος λαογραφούμενον κτενιστὴν ἐτῶν ιη, καὶ Σαραπιάδα ἐτῶν κβ ἀπογεγραμμένους τῇ προτέρᾳ ἀπογραφῇ ἐπὶ Ταμειῶν, καὶ τοῦ Εὐτύχους γυναῖκα οὖσαν ὁμοπάτριον ἀδελφὴν Ταπεσοῦριν μητρὸς Ἰσιδώρας ἐτῶν ιη. διὸ ἐπιδίδωμι. ὑπάρχει δὲ τῇ Ταπεσοῦρι ἐπʼ ἀμφόδου Μοήρεως μητρικὸν ἕκτον μέρος οἰκίας. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ ἐπαγομένων δ. κατεχωρίσθη στρατηγῷ κθ ἔτει Μεσορὴ ἐπαγομένων δ. κατεχωρίσθη βασιλικῷ γραμματεῖ τῇ αὐτῇ ἡμέρᾳ. κατεχωρίσθη γραμματεῦσι πόλεως τῇ αὐτῇ.

---

Documentary Papyri, P.Tebt. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;2.
