# P.Tebt. 2 381

Documentary Papyri, P.Tebt. 2, P.Tebt. 2 381. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-2/381
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-2/381

ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Χοίαχ κβ ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Θαῆσις Ὀρσενούφεως τοῦ Ὀννώφρεως μητρὸς Θενοβάστιος ἀπὸ τῆς προκιμένης κώμης Τεβτύνεως ὡς ἐτῶν ἑβδομήκοντα ὀκτὼι οὐλὴ πήχει δεξιῶι μετὰ κυρίου τοῦ ἑαυτῆς συνγενοῦς Κρονίωνος τοῦ Ἀμεῖτος ὡς ἐτῶν εἴκοσι ἑπτὰ οὐλὴ μεσοφρύῳ συνκεχωρηκέναι τὴν ὁμολογοῦσαν Θαῆσιν μετὰ τὴν ἑαυτῆς τελευτὴν εἶναι τῇ γεγονυίῃ αὐτῆι ἐκ τοῦ γεναμένου καὶ μετηλλαχότος αὐτῆς ἀνδρὸς Πομσάιος θυγατρὶ Θενπετεσούχωι ἔτι δὲ καὶ τῶι τῆς τετελευτηκυίης αὐτῆς ἑτέρας θυγατρὸς Ταορσέως υἱῶι Σανσνεῦτι Τεφερσῶτος τοῖς δυσί , τῇ μὲν Θενπετεσούχωι μόνηι τὴν ὑπάρχουσαν αὐτῆι Θαήσι ἐν τῇ προκιμένῃ κώμῃ Τεβτύνει ἀγοραστὴν παρὰ Θενπετεσούχου τῆς Πετεσούχου οἰκίαν καὶ αὐλὴν καὶ τὰ συγκύροντα πάντα καὶ τὰ ὑπʼ αὐτῆς Θαήσιος ἀπολειφθεισόμενα ἐπίπλοα καὶ σκεύηι καὶ ἐνδομενίαν καὶ ἱματισμὸν καὶ ἐνοφιλόμενα αὐτῆι ἢ καὶ ἕτερα καθʼ ὃν δήποτε οὖν τρόπον, τῷ δὲ Σανσνεῦτι διατεταχέναι ἀργυρίου δραχμὰς ὀκτὼ ἃς καὶ κομιεῖται ὁ Σανσνεὺς παρὰ τῆς Θενπετεσούχου μετὰ τὴν τῆς Θαήσιος τελευτήν, ἐφʼ ὧι ἡ θυγάτηρ Θενπετεσοῦχος ποιήσεται τὴν τῆς μητρὸς κηδίαν καὶ περιστολὴν ὡς καθήκει καὶ διευλυτώσει ὧν ἐὰν φανῆι ἡ Θαῆσις ὀφείλουσα ἰδιωτικῶν χρεῶν· ἐφʼ ὃν δὲ χρόνον περίεστιν ἡ μήτηρ Θαῆσις ἔχειν αὐτὴν …

---

Documentary Papyri, P.Tebt. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;2.
