# P.Tebt. 3.1 785

Documentary Papyri, P.Tebt. 3.1, P.Tebt. 3 785. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-3-1/785
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-3-1/785

Φανίαι τῶν πρώτων φίλων καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρʼ Ὀννώφριος τοῦ Πετεμούνιος βασιλικοῦ γεωργοῦ τῶν ἐξ Ὀξυρύγχων. συνγεωργοῦντός μου Μεστασύτμει τῶι καὶ Πατῆτι Πετεμούνιος τῶι ἀδελφῶι μου βασιλικῆς γῆς ἀρούρας ιβ περὶ τὴν κώμην, ἐν δὲ τῶι λβ ἔτει Ἐπεὶφ τοῦ διασαφουμένου μου ἀδελφοῦ μεταλλάξαντος τὸν βίον οὔτε σπέρμα οὔτʼ ἄλλο οὐθὲν ἁπλῶς ἀπολιπόντος, ὅθεν ἠνάγκασμαι ἅπασαν τὴν γῆν ἐπανελέσθαι, καὶ ἐμοῦ πρὸς τῶι ποτισμῶι καὶ τοῖς ἔργοις γινομένου, ἡ τοῦ Μεστασύτμιος γενομένη γυνὴ Αὖγχις, κακοσχολοῦσα καὶ διασεῖσαί με βουλομένη παρὰ τὴν σὴν προαίρεσιν καὶ τὸ καλῶς ἔχον, ἐπιδέδωκεν κατʼ ἐμοῦ ὑπομνήματα ὡς ἀπενηνεγμένου ἀπὸ τῶν τοῦ Μεστασύτμιος πυροῦ ἀρτάβας ι καὶ τήλεως ἀρτάβας ι, οὐθένος τοιούτου ὄντος, καὶ διʼ ὃν πεποίηται παραλογισμὸν συμβέβηκεν περισπᾶσθαί με ἀλόγως ἀπὸ τῆς βασιλικῆς γῆς, ἔτι δὲ καὶ ἐπελθοῦσα κατεσφράγισταί μου οἶκον ἐν ὧι τήλεως εἰς ἀρτάβας β. διʼ ἣν αἰτίαν τὴν ἐπὶ σὲ καταφυγὴν πεποιημένος ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι γράψαι Σαραπίωνι τῶι ἐπιστάτηι ἐξαποστεῖλαι αὐτὴν ἐπὶ σέ, ἵνʼ ἐγὼ μὲν τύχω τοῦ δικαίου αὐτὴ δʼ ἐπιπληχθῆι. τούτου δὲ γενομένου ἔσομαι βεβοηθημένος. εὐτύχει.

---

Documentary Papyri, P.Tebt. 3.1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;3.1.
