# P.Tebt. 3.1 815.Fr2v1.9-815.Fr3r2.11

Documentary Papyri, P.Tebt. 3.1, 815.Fr2v1.9 to 815.Fr3r2.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-3-1/815.Fr2v1.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-3-1/815.Fr2v1.9

καὶ τοῦ Τῦβι δραχμὰς λ, καὶ τοῦ Παχὼς δραχμὰς λ. ἔγγυοι τῶν κατὰ μῆνα Εὔτυχος Ἀπολλωνίου, Σοντοφοῆς Νειλέως, Λεωνίδας Κ…ρς… μετὰ κυρίου τοῦ προγεγραμμένου. ἐδάνεισεν Ἀντιφάνης Δωρίωνι Ἀπολλωνίου πυροῦ ἀρτάβας … ους. τόδʼ ἐστιν ὃ δάνειον προσωφείλησεν Δωρίων πρὸς τὰ ἐκφόρια τοῦ Ἀντιφάνους κλήρου ὀρφανοῦ ἐν τῶι ϛ ἔτει. ἀπόδοσις Δαισίου ἢ ὅταν ἡ ἄφεσις παρὰ τοῦ βασιλέως ἀφεθῆι. ἔγγυοι οἱ αὐτοί. κϛ· μισθὸς δραχμὴ α, κιλι… δραχμὴ α διώβολον, γα… δραχμὴ β, κενὸν δραχμὴ α ὀβολὸς, Πρωτάρχωι τριώβολον, Ὥρωι διώβολον … ἐγράφη Πανήμου ζ. ἐδάνεισεν Νίκανδρος Θεσσαλὸς τῶν … καὶ τῆς δ ἑκατοντάρουρος Ἡρακλείδηι νεωτέρωι Αρε…ναιου α…ρ χαλκοῦ δραχμὰς ρ εἰς μῆνας ι ἀπὸ μηνὸς Δαισίου κζ ἕως μηνὸς Δύστρου ἐσχάτου λ. ἐὰν δὲ μὴ ἀποδῶι, ἔγγυος τῶν ρ δραχμῶν εἰς ἔκτεισιν Ἀριστοκλῆς Κυρηναῖος τῶν Ἀνδρίσκου καὶ δ ἑκατοντάρουρος. συγγραφοφύλαξ Πασίων Πυθοδώρου. ι. συγγραφαὶ ιβ, μισθὸς δραχμαὶ ιδ τριώβολον, ἀνηλώματος δραχμαὶ η τριώβολον, ἐλαίου δραχμὴ α, λοιπαὶ δραχμαὶ ε. … βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους πέμπτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως Δωσιθέου τοῦ Δριμύλου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενείκης τῆς Πυθαγγέλου, μηνὸς Γορπιαίου Αἰγυπτίων δὲ Χοίαχ μιᾶι καὶ εἰκάδι, ἐν Ἀρσινόηι τῆι ἐπὶ τοῦ χώματος τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Πρώταρχος Σώτου Ἀθηναῖος τῶν Πτολεμαίου τοῦ Ἐτεωνέως ἑκατοντάρουρος Ἀρείωι Θέωνος τῶν … …ου Ἀχαιῶι τῆς ἐπιγονῆς τὸν αὑτοῦ κλῆρον ὃν ἔχει ἐκ βασιλικοῦ περὶ κώμην Κερκεοσεῖριν εἰς τὸ ἕκτον καὶ εἰκοστὸν ἔτος ἐκφορίου τοῦ παντὸς ἀρταβῶν …ων …ων ἀρταβῶν … ἄνευ σπέρματος ἀκίνδυνον καὶ ἀνυπόλογον πάσης φθορᾶς εἰς ἐνιαυτὸν ἕνα , ἐξέστω δὲ …τωσε…ωι… … ν… παραγγέλληται … τοῖς ἰδίοις ἀνηλώμασιν, κόψει δὲ καὶ τ…ου καὶ … ἐὰν δὲ μὴ … … ν Ἄρειος …έτω αὐτῶι … καὶ ἀποτείσει … τὴν τιμὴν τ… ἐκ τῶν ἐκφορίων … τὸ δὲ ἐκφόριον καταστήσει τῶν πέντε ἀρουρῶν ἑκάστης ἀρούρας πυρῶν ἀρτάβας τέσσαρας , ἐὰν δὲ μὴ καταστήσηι … ἑκάστης ἀρούρας τοῦ χόρτου … κατα … ν ἑκάστης ἀρούρας τοῦ …ου καὶ προσκαταστήσεται χαλκοῦ νομίσματος δραχμὰς …, ἐξέστω δὲ Ἀρείωι σπείρειν ὁσάκις ἂν βούληται σπέρμασιν οἷς ἂν θέληι καὶ σησαμεύειν τοῦ αὐτοῦ ἐκφορίου ἐν τῶι αὐτῶι ἔτει, ἄρξει δὲ τῆς μισθώσεως …ι μηνὸς Ξανδικοῦ Αἰγυπτίων δὲ Ἐπεὶφ τοῦ ἕκτου καὶ εἰκοστοῦ ἔτους. ἀποδότω δὲ Ἄρειος Πρωτάρχωι τὸ ἐκφόριον ἐν μηνὶ Ξανδικῶι

---

Documentary Papyri, P.Tebt. 3.1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;3.1.
