# P.Tebt. 3.1 815.Fr5r.26-815.Fr6r2.31

Documentary Papyri, P.Tebt. 3.1, 815.Fr5r.26 to 815.Fr6r2.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-3-1/815.Fr5r.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-3-1/815.Fr5r.26

τῶν δὲ ἐκφορίων εἰς Κερκεοσεῖριν ἐπίτιμον δραχμαὶ λ. μισθὸς δραχμὴ α ὀβολὸς. συγγραφοφύλαξ Ἀγάθων ἑκατοντάρουρος. ϛ. ἐμίσθωσεν Νικόστρατος Μονίμου Θρᾷξ τῆς ἐπιγονῆς Βαρ… Ἀμμωνίου Ἰδουμαίωι σικυῶνα ὃν ἔχει …σι πυρῶν ἀρταβῶν η χαλκοῦ νομίσματος δραχμῶν β, ἃς ἀποδώσει ἐν Ξανδικῶι Αἰγυπτίων δὲ Μεσορὴ ἢ ὅταν ἡ ἄφεσις παρὰ τοῦ βασιλέως ἀφεθῆι ἐν τῶι κλήρωι κ… μισθὸς πεντώβολον. συγγραφοφύλαξ Πλάτων Τιμαγένους. ζ. ἀπέδοτο Νικάνωρ Μένωνος Ἀλεξανδρεὺς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον Ἀμμωνιήα τῶν Μενελάου πρώτων ἐκ τοῦ Ἑρμοπολίτου καὶ ἑκατοντάρουρος Ἀπολλοδώρωι Νεοπτολέμου Θρᾳκί, Δωρίωνι Θήρωνος Κρητὶ τῆς ἐπιγονῆς, καὶ Πτολεμαίωι Δωρίωνος Κρητὶ τῆς ἐπιγονῆς τοὺς καρποὺς τῶν ἀκροδρύων πάντων καὶ τῆς ἀμπέλου πάσης τῆς τοῦ παραδείσου ὄντος περὶ κώμην Ἀρσινόην φόρου τοῦ παντὸς χαλκοῦ δραχμῶν …, ἐφʼ ὧι τάξονται τὰ εἰς τὸ βασιλικὸν καθήκοντα ἀπὸ τῶν τοῦ παραδείσου. πᾶν ἀποδώσουσιν ἐν μηνὶ Θὼτ ἐσχατ…ν … ϛ ἔτους, παραδώσουσιν δὲ καὶ ἐξαίρετα παρὲκ τοῦ φόρου φοινικῶνος καρπόν. … τῶν ϙ ἀρουρῶν ἀποδότω ἐν μηνὶ Ξανδικῶι Αἰγυπτίων δὲ Μεσορὴ εἰς Κε…ν, τὸ δὲ χωματικὸν καὶ τὸ φυλακιτικὸν καὶ τὸ γραμματικὸν εἰς τὴν κώμην παρὰ τὸ … ἀρουρ. συγγραφοφύλαξ … μισθὸς δραχμαὶ β. Ζωίλος κληροῦχος. ἐμίσθωσεν Τιμοκλῆς … τῶν Ἀνδρίσκου καὶ δ ἑκατοντάρουρος Ἀμεινοβίωι … Κυρηναίωι τῆς ἐπιγονῆς ἀπὸ τοῦ αὑτοῦ κλήρου γῆς ἀρούρας …, αἵ εἰσιν ἀνὰ ῥεῦμα ἀπὸ λιβὸς τοῦ κλήρου, ἀπηλιώτου …, βορρᾶ … … δραχμ ϛ εἰς τὸ κϛ ἔτος ἀρταβῶν λ. ἡ μέτρησις δὲ εἰς βασιλικόν. μαρτύρων. συγγραφοφύλαξ μισθὸς δραχμὴ α ὀβολὸς. Λεοννᾶτος. αϛ. ἐμίσθωσεν Φίλισκος Κυρηναῖος τῶν Ἀνδρίσκου δ ἑκατοντάρουρος Πετεχῶντι Θηβαίωι γεωργῶι ἀπὸ τοῦ αὑτοῦ κλήρου ὃν ἔχει ἐκ βασιλικοῦ περὶ κώμην Λαγίδα γῆς ἀρούρας … αἵ εἰσιν ἀπὸ ἀπηλιώτου τοῦ ἡμικληρίου, ἀπὸ νότου βασιλική, ἀπὸ λιβὸς τὰ χώματα Ἑριγέως, φόρου πρὸς χαλκὸν τοῦ παντὸς χαλκοῦ νομίσματος δραχμῶν πη ἀκινδύνου καὶ ἀνυπολόγου πάσης φθορᾶς εἰς τὸ κϛ ἔτος. ἐξέστω δὲ αὐτῶι σπείρειν ὁσάκις ἂν βούληται σπέρμασιν οἷς ἂν θέληι τοῦ αὐτοῦ ἐκφορίου ἐν τῶι αὐτῶι ἔτει, ὧν δʼ ἂν ἐκ Φιλίσκου …ν… τοῦ …ιανου ἀποδι…, κυριεύσει δὲ τῶν φόρων ἕως ἂν τὰ αὑτοῦ κομίσηται …τ…ν…, ἐὰν δὲ μή, ἐξ ἀνάγκης … ἐκ τῶν πάντων …, καὶ ἀποδότω τὸν φόρον ἐν μηνὶ Δύστρωι Αἰγυπτίων δὲ Ἐπεὶφ ἢ ὅταν ἡ ἄφεσις τοῦ βασιλέως ἀφεθῆι. συγγραφοφύλαξ μισθὸς δραχμὴ α.

---

Documentary Papyri, P.Tebt. 3.1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;3.1.
