# P.Tebt. 3.1 817

Documentary Papyri, P.Tebt. 3.1, P.Tebt. 3 817. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-3-1/817
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-3-1/817

… βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους τετάρτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος τῆς οὔσης ἐν Ἀλεξανδρείαι, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν Ἀλεξανδρείαι, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῆς οὔσης ἐν Ἀλεξανδρείαι, μηνὸς Δύστρου ὀγδόηι καὶ εἰκάδι Θωὺθ ὀγδόηι καὶ εἰκάδι, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοΐτου νομοῦ. ἐδάνεισεν Ἀπολλώνιος Πρωτογένου Ἰουδαῖος τῆς ἐπιγονῆς Σωστράτωι Νεοπτολέμου Ἰουδαίωι τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος τάλαντα δύο καὶ δραχμὰς τρισχιλίας ἄτοκα εἰς ἐνιαυτὸν ἀπὸ τοῦ προγεγραμμένου χρόνου ἐπὶ ὑποθήκηι τῆι ὑπαρχούσηι αὐτῶι οἰκίαι καὶ αὐλῆι καὶ τοῖς συγκυροῦσι πᾶσι τοῖς οὖσιν ἐν Ἀπιάδι τῆς Θεμίστου μερίδος, ὧν μέτρα νότου ἐπὶ βορρᾶν πήχεις εἴκοσι , λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις εἴκοσι , γείτονες δὲ νότου Σωπάτρας οἰκία, βορρᾶ καὶ ἀπηλιώτου ῥύμαι, λιβὸς Ἁρπάλου καὶ Σωστράτου οἰκία, αὐτοῖς ἐν τῶι προγεγραμμένωι χρόνωι. τὸ δὲ δάνειον τοῦτο ἀποδότω Σώστρατος Ἀπολλωνίωι ἐν τῶι ἐνιαυτῶι, ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται, ἐξέστω Ἀπολλωνίωι ἐπικαταβολὴν ποιήσασθαι τῆς ὑποθήκης ἀκολούθως τῶι διαγράμματι. βεβαιούτω δὲ Σώστρατος Ἀπολλωνίωι τὴν ὑποθήκην ταύτην καὶ παρεχέσθω αὐτὴν ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον ἄλλου δανείου καὶ καθαρὰν ἀπὸ βασιλικῶν. ἐὰν δὲ μὴ βεβαιοῖ ἢ μὴ παρέχηται καθὰ γέγραπται ἢ κίνδυνός τις γένηται περὶ τὴν ὑποθήκην ταύτην ἤτοι περὶ πᾶσαν ἢ μέρος αὐτῆς τρόπωι ᾡποτοῦν, ἀποδότω Σώστρατος Ἀπολλωνίωι τὸ δάνειον τοῦτο ἐντὸς τοῦ ἐνιαυτοῦ παραχρῆμα. ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται, ἀποτεισάτω Σώστρατος Ἀπολλωνίωι παραχρῆμα τὸ δάνειον ἡμιόλιον καὶ τοῦ ὑπερπεσόντος χρόνου τόκον ὡς ἐκ δύο δραχμῶν τῆι μνᾶι τὸν μῆνα ἕκαστον. ἡ συγγραφὴ ἥδε κυρία ἔστω πανταχοῦ. διὰ Βουβάκου τοῦ καὶ Σθενέου καλουμένου. Ἀπολλώνιος ὡς ἐτῶν λε εὐμεγέθης μελίχρως ὑποχάροψ ὦτʼ ἀφεστηκότα. Σώστρατος ὡς ἐτῶν λε μέσος μελίχρως επ… … οὔλὴ ὑπὲρ ὀφρὺν δεξιάν. … Πετοσῖρις Πεκύσιος … καὶ Πεβρίχι. δ.

---

Documentary Papyri, P.Tebt. 3.1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;3.1.
