# P.Tebt. 3.1 819.r.1-23

Documentary Papyri, P.Tebt. 3.1, 819.r.1 to 819.r.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tebt-3-1/819.r.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tebt-3-1/819.r.1

βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους δεκάτου ἐφʼ ἱερέως … Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Πτολεμαΐδος τῆς Πτολεμαίου τοῦ Εὐβούλου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Κλεαινέτης τῆς … , ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς Ἀπελλαίου πέμπτηι καὶ εἰκάδι Παῦνι πέμπτηι καὶ εἰκάδι, ἐν Ὀξυρύγχοις τοῦ Ἀρσινοΐτου. ἐμίσθωσεν Πυλάδης Μακεδὼν τῶν … τῆς τρίτης ἱππαρχίας ὀγδοηκοντάρουρος Φιλάμμωνι Δε… τῆς ἐπιγονῆς ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῶι ἐν τῶι Ὀλύμπου τοῦ Ἀντιπάτρου ἑκατονταρούρου κλήρωι τῶι ὄντι περὶ τὴν προδεδηλωμένην κώμην ἀρουρῶν … ἀρούρας πέντε ὥστε σπείρειν σκόρδωι. ἡ μὲν μίσθωσις ἥδε εἰς τὸ ἑνδέκατον ἔτος ἐκφορίου τοῦ παντὸς χαλκοῦ νομίσματος δραχμῶν ἑπτακοσίων , τὸ δὲ προγεγραμμένον ἐκφόριον ἀποδότω Φιλάμμων Πυλάδει ἐν μησὶν Μεχεὶρ καὶ Φαμενὼθ … . ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω ἡμιόλιον, τῶν δὲ σκόρδων κυριευέτω Πυλάδης ἕως ἂν τὰ ἑαυτοῦ κομίσηται. βεβαιούτω δὲ Ὄλυμπος Ἀντιπάτρου Μυσὸς τῶν ἐκ τοῦ Κυνοπολίτου καὶ Ἡρακλεοπολίτου πρώτων Φιλάμμωνι καὶ τοῖς παρʼ αὐτοῦ τὴν μίσθωσιν καὶ τὸ … σκόρδον ἕως ἂν κόψαντες α …, ὅσα δὲ Ὄλυμπος μὴ βεβαιοῖ καθὰ γέγραπται ἀποτεισάτω Φιλάμμωνι Πυλάδης ἐπίτιμον χαλκοῦ νομίσματος τάλαντα δύο καὶ μηθὲν ἧσσον ἡ συγγραφὴ ἥδε κυρία ἔστω. ἐὰν δέ τι εἰς τὸ βασιλικὸν πραχθῆι ὑπὲρ τῆς μισθώσεως ταύτης ἢ τοῦ κλήρου, ἐπενέγκας σύμβολον ὁμόλογον ὑπολογείτω Πυλάδει εἰς τὸ ἐκφόριον. ἡ συγγραφὴ κυρία. μάρτυρες … σ…τοχε…σ…ερος …ε…νε…εζ…τ…φ… …ς. … συγγραφοφύλαξ Ὄλυμπος. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους δεκάτου ἐφʼ ἱερέως … τοῦ … Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Πτολεμαΐδος τῆς Πτολεμαίου τοῦ Εὐβούλου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Κλεαινέτης τῆς …, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς Ἀπελλαίου πέμπτηι καὶ εἰκάδι Παῦνι πέμπτηι καὶ εἰκάδι, ἐν Ὀξυρύγχοις τοῦ Ἀρσινοΐτου.

---

Documentary Papyri, P.Tebt. 3.1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tebt;3.1.
