# P.Thmouis 1 1.116.17-1.118ctr.22

Documentary Papyri, P.Thmouis 1, 1.116.17 to 1.118ctr.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-thmouis-1/1.116.17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-thmouis-1/1.116.17

Φερνουφείτου Ζμούμεως εἰδῶν δραχμαὶ φκ, προσδιαγραφομένων δραχμαὶ λβ τριώβολον, γίνονται δραχμαὶ φνβ τριώβολον. οἱ τὰ τῇ Ἐκὺ διαφέροντα … τῷ η ἔτει πράγματα ε… δηλώσαντες … …η ἄνδρας κεφάλαια ἀπὸ ὑποκειμένων καὶ ἄλλων ἀναλαμβαν ἔφησαν ὀφείλειν ἐπισχεθῆναι ἐπὶ τῷ, φησίν, πάλαι τὴν κώμην πολύανδρον εἶναι καὶ διʼ αὐτῶν τὴν ἀπαίτησιν γείνεσθαι, νῦν δὲ εἰς μόνους β κατηντηκέναι, οὕσπερ καὶ ἀνακεχωρηκέναι, καὶ τὴν κώμην ὁλέρημον εἶναι. ἔνθεν τὰ ὑπὸ αὐτῶν ἐπισχεθέντα τῷ η ἔτει καὶ τοῖς ἑξῆς ἔτεσι μετεδόθη εἰς τὸ κατʼ ἀκολουθίαν αὐτῶν καὶ κατὰ τὰ ἐπὶ ἑτέρων κωμῶν δηλωθέντα ἐν ἐποχῇ ταγῆναι· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος διαστέλλεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. Ψανείτου Ἐκὺ εἰδῶν τοκαδείας δραχμαὶ ρη καὶ ἐξ ἐπικλασμοῦ δραχμαὶ ξϛ ὀβολοὶ ε 𐅵, γίνονται δραχμαὶ ροδ ὀβολοὶ ε 𐅵, προσδιαγραφομένων δραχμαὶ ι ὀβολοὶ ε 𐅵, γίνονται δραχμαὶ ρπε πεντώβολον, ὑποκειμένου καὶ κηρυκικοῦ δραχμὴ α πεντώβολον ἡμιωβέλιον χαλκοῦς α, προσδιαγραφομένων ἡμιωβέλιον χαλκοῖ γ, γίνονται δραχμαὶ β ἡμιωβέλιον , γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ρπζ ὀβολοὶ ε 𐅵, ὑποκειμένου τοπογραμματέως ἐφοδίου διαλογισμοῦ … ἐπιστατείας φυλακιτῶν δραχμαὶ πδ, προσδιαγραφομένων δραχμαὶ ε ὀβολὸς α 𐅵, γίνονται δραχμαὶ πθ ὀβολὸς α 𐅵, τρίτης βαλανείων δραχμαὶ δ, ὑπάρξεως οὐσιακῆς πρότερον Χρήστου τοὺς β ἐκ δραχμῶν λδ ὀβολῶν 2 ἀργυρίου δραχμαὶ ξη τετρώβολον, προσδιαγραφομένων δραχμαὶ δ ὀβολὸς, γίνονται δραχμαὶ οβ πεντώβολον, γίνονται διοικήσεως δραχμαὶ ρκθ ὀβολοὶ ε 𐅵 χαλκοῦς α, προσδιαγραφομένων δραχμαὶ ε διώβολον χαλκοῖ γ, γίνονται ἀργυρίου δραχμαὶ ρλε διώβολον, οὐσιακῶν δραχμαὶ ξη τετρώβολον, προσδιαγραφομένων δραχμαὶ δ ὀβολὸς, γίνονται δραχμαὶ οβ πεντώβολον, εἰδῶν δραχμαὶ ροδ ὀβολοὶ ε 𐅵, προσδιαγραφομένων δραχμαὶ ι ὀβολοὶ ε 𐅵, γίνονται δραχμαὶ ρπε πεντώβολον, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ τϙδ. μετὰ τὰς εἰς ὁμόλογον ἀποκατασταθείσας ὑπὸ τοῦ τοῦ νομοῦ ἐκλογιστοῦ, καθὼς ἐπάνω δεδήλωται … , δραχμαὶ κβ ὀβολοὶ ε 𐅵 χαλκοῖ β, ὧν διοικήσεως … δραχμαὶ ια, εἰδῶν … δραχμαὶ ια ὀβολοὶ ε 𐅵 χαλκοῖ β, γίνονται αἱ προκείμεναι, λοιπαὶ διοικήσεως δραχμαὶ ρκδ διώβολον, οὐσιακῶν … δραχμαὶ οβ πεντώβολον, εἰδῶν δραχμαὶ ρογ πεντώβολον χαλκοῖ β, γίνονται δραχμαὶ τοα χαλκοῖ β.

---

Documentary Papyri, P.Thmouis 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.thmouis;1.
