# P.Thmouis 1 1.132.16-1.134.17

Documentary Papyri, P.Thmouis 1, 1.132.16 to 1.134.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-thmouis-1/1.132.16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-thmouis-1/1.132.16

καὶ πρώτως τῷ ι ἔτει διεστάλησαν παραναύλου πυροῦ σύνπαντι ἀρτάβαι ιϛ γ δραχμαὶ ϛ τριώβολον χαλκοῖ β, γίνονται παραναύλου δραχμαὶ ξϛ ὀβολοὶ ε 𐅵 χαλκοῖ γ, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ τιγ ὀβολοὶ δ 𐅵 χαλκοῖ γ, ὧν εἰσὶν αἱ πρώτως τῷ θ ἔτει διεσταλμέναι δραχμαὶ ρνγ ὀβολοὶ 3 χαλκοῖ β καὶ τῷ ι ἔτει ὁμοίως δραχμαὶ ρ τριώβολον χαλκοῖ β. καὶ τῶν κατὰ τὸ ε ἔτος. δούλων φυγάδος ἀναλημπτοῦ δηλωθέντων παραμεῖναι τὰ ἐπικεφάλια τῷ ε ἔτει ὑπὸ τοῦ πρὸ ἐμοῦ βασιλικοῦ γραμματέως διασταλέντα, ἄχρις ἂν ἀπὸ προσόδου ἢ τιμῆς ὑπαρχόντων πραθέντων ἀναπληρωθῇ, καὶ πρὸς τὸ ια ἔτος κατὰ τὰ πρότερα ἔτη τίθεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. μητροπόλεως Μένδητος β ἀμφόδου Φοῖβος δοῦλος Θε…ηνχιος ἐτῶν κγ, Φιλήμων δοῦλος τοῦ αὐτοῦ ἐτῶν κβ, ου…χι γνησίων λαογραφίας δραχμαὶ ιϛ, αἳ καθαραὶ δραχμαὶ ιε ἡμιωβέλιον , προσδιαγραφομένων πεντώβολον ἡμιωβέλιον, γίνονται αἱ αὐταί, μὴ συνοψιζομένου χωματικοῦ δραχμαὶ ιγ διώβολον, προσδιαγραφομένων πεντώβολον γίνονται δραχμαὶ ιδ ὀβολὸς, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ λ ὀβολὸς. σιτοφόρον ἔδαφος ὅλῃ τῇ ἐπιγραφῇ … ἀναλημπτοῦ πρὸς τῇ τοῦ ἰδίου λόγου ἐπιτροπῇ τῷ ε ἔτει ἐδηλώθη χερσεύειν καὶ τούτου τὰ τελέσματα τῷ ε ἔτει διασταλέντα ἀποκατεστάθη ἐπὶ τῷ μὴ ἐπεσκέφθαι. ἔνθεν καὶ αὐτὸς τὰ τοῦ ϛ ἔτους τὴν ἀρχὴν διαστείλας αὖθις εἰς ἀπαίτησιν μετέδωκα. τοῦ δʼ αὐτοῦ πρὸ ἐμοῦ βασιλικοῦ τὰ ἐν ὁμολόγῳ λογισθέντα διαστείλαντος ὡς τῆς γῆς ἐν χέρσῳ ἐπισκεφθείσης καὶ ταύτης καὶ τῷ ϛ ἔτει ἐν χέρσῳ φανείσης, τὰ τελέσματα τότε ἐπεσχέθη καὶ ἑξῆς ἄχρι τοῦ θ ἔτους, τῷ δὲ ι ἔτει τῶν σιτικῶν ἐπισχεθέντων καὶ τὸ ναύβιον πρώτως ὁμόσε τοῖς ἄλλοις ἀργυρικοῖς τελέσμασι ἐπεσχέθη· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος ἐπέχεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο.

---

Documentary Papyri, P.Thmouis 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.thmouis;1.
