# P.Thmouis 1 1.143.4-1.145.9

Documentary Papyri, P.Thmouis 1, 1.143.4 to 1.145.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-thmouis-1/1.143.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-thmouis-1/1.143.4

μητροπόλεως Θμούεως ϛ ἀμφόδου α μερίδος Ἀγαθήμερος δοῦλος Σαραπίωνος ἐτῶν νζ, Εὐτύχης δοῦλος τοῦ αὐτοῦ ἐτῶν νζ, Ἀμμώνιος δοῦλος τοῦ αὐτοῦ ἐτῶν νδ, Ἀφροδείσιος δοῦλος τοῦ αὐτοῦ ἐτῶν λη, Σαραπίων δοῦλος τοῦ αὐτοῦ ἐτῶν κ, γίνονται ἐπὶ τὸ αὐτὸ γνησίων λαογραφίας δραχμαὶ μ, αἳ καθαραὶ δραχμαὶ λζ ὀβολοὶ γ 𐅵 χαλκοῖ γ, προσδιαγραφομένων δραχμαὶ β διώβολον χαλκοῦς α, γίνονται αἱ αὐταί, διαφόρου λαογραφίας δραχμαὶ μ, αἳ καθαραὶ δραχμαὶ λζ ὀβολοὶ γ 𐅵 χαλκοῖ γ, προσδιαγραφομένων δραχμαὶ β διώβολον χαλκοῦς α, γίνονται αἱ αὐταί, χωματικοῦ δραχμαὶ λγ διώβολον, προσδιαγραφομένων δραχμαὶ β ἡμιωβέλιον , γίνονται δραχμαὶ λε ὀβολοὶ β 𐅵, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ριε ὀβολοὶ β 𐅵. ἄρουραι γ καὶ πρὸς ὑποκείμεναι ε… ἑτέραις χρεώστου, οὗ τὰ ὑπάρχοντα ἐγενηματογραφήθη, ἐξεχωρήθησαν ὑπὸ τοῦ ὑπογε… καὶ ἐπεσκέφθησαν ἐν χέρσῳ. ἔνθεν τὰ καθήκοντα αὐτῶν ὡς ὅλῃ τῇ ἐπιγραφῇ ε… καὶ μηδεμιᾶς προσόδου ἐκ τοῦ ἄλλου πόρου τοῦ χρεώστου περιγεινομένης ἐπεσχέθη, ἅπερ ἄχρι τοῦ ι ἔτους διασταλέντα καὶ πρὸς τὸ ια ἔτος ἐν ἐποχῇ ἐτάγη, ἐξ ὧν τὰ ἀργυρικὰ ἐνθάδε τίθεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. Πτεμπαθιὼ Ψοαραμούνεως μοναρτάβου ἐωνημένης α 𐅵 ἀπὸ τοῦ α ἔτους Κ… της Ἰμούθου διὰ Οὐαλερίου Μαξίμου συνδ ἄρουραι γ δ, εἰκοστῆς δραχμαὶ γ ὀβολὸς α 𐅵, προσδιαγραφομένων ὀβολὸς χαλκοῦς α, γίνονται δραχμαὶ γ ὀβολοὶ β 𐅵 χαλκοῦς α, μὴ συνοψιζομένου παραναύλου πυροῦ ἀρτάβαι γ 𐅸 δραχμὴ α ὀβολοὶ δ 𐅵, γίνονται δραχμαὶ ε ὀβολὸς χαλκοῦς α. καὶ τῶν κατὰ τὸ β ἔτος. φυγάδος ἀναλημπτοῦ δούλου ἐπικεφάλια, ὡς μηδεμιᾶς προσόδου περιγεινομένης ἐκ τῶν ἄλλων τοῦ ἐμφερομένου ὑπαρχόντων, ἀλλὰ καὶ τῶν οἰκογενῶν ἔνθα ὁ δοῦλος ἀναγράφεται ἐκ προκηρύξεως πραθέντων, ἄχρι τοῦ β ἔτους διεστάλη, ἐφʼ ὧν Ἄννιος Συριακὸς ὁ κρατίστης μνήμης τῷ γ ἔτει τὸν νομὸν διαλογιζόμενος ὑπέγραψεν· ἀναζητηθεὶς ἐκπεμφθήτω τῷ ἐπιτρόπῳ. τὰ οὖν τοῦ δούλου ἐπικεφάλια ἄχρι τοῦ ι ἔτους διασταλέντα καὶ πρὸς τὸ ια ἔτος κατʼ ἀκολουθίαν τίθεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτοῦ κριθὲν τῷ ἔναγχος γενομένῳ τοῦ νομοῦ διαλογισμῷ φανερόν μοι ἐγένετο.

---

Documentary Papyri, P.Thmouis 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.thmouis;1.
