# P.Thmouis 1 1.155.4-1.157.2

Documentary Papyri, P.Thmouis 1, 1.155.4 to 1.157.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-thmouis-1/1.155.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-thmouis-1/1.155.4

ἕτερα σιτοφόρα ἐδάφη χρεωστῶν τοῦ φίσκου ἐν ἀπράτοις ὄντα ἐν χέρσῳ ἐπεσκέφθη. ἔνθεν τὰ τελέσματα αὐτῶν ἄχρι τοῦ ι ἔτους διεστάλη· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος τὰ ἀργυρικὰ τίθεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. Ἑρμοπολείτου …άθεως Φιλόξενος Η… Φακῶτος ἐωνημένης εἰς αὐτὸν … ἀπὸ ἀρουρῶν νζ ιϛ ξδ ἄρουραι μζ ιϛ ξδ, ἱερατικῶν εἰκοστῆς δραχμαὶ μζ ἡμιωβέλιον , προσδιαγραφομένων δραχμαὶ β ὀβολοὶ ε 𐅵 χαλκοῦς α γίνονται δραχμαὶ ν χαλκοῦς α, ναυβίου δραχμαὶ κγ τριώβολον χαλκοῖ β, χωματικοῦ χαλκοῖ ϙδ η λβ οἳ διώβολον, ἀλλαγῆς δραχμαὶ β τριώβολον χαλκοῖ γ, γίνονται δραχμαὶ κϛ ὀβολοὶ β 𐅵 χαλκοῦς α, προσδιαγραφομένων δραχμὴ α ὀβολοὶ γ 𐅵 χαλκοῖ γ, γίνονται δραχμαὶ κη ἡμιωβέλιον , θησαυρικοῦ τριώβολον χαλκοῖ β, παραναύλου πυροῦ ἀρτάβαι νδ 𐅵 δραχμαὶ κα ὀβολοὶ δ 𐅵, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ρ διώβολον χαλκοῖ γ. Νωείτου …ναρσεήσεως Δίδυμος Ἁρποκρατίωνος ἄρουραι β, ἱερατικῶν εἰκοστῆς δραχμαὶ β, προσδιαγραφομένων ἡμιωβέλιον χαλκοῖ β, γίνονται δραχμαὶ β ἡμιωβέλιον χαλκοῖ β, μὴ συνοψιζομένου παραναύλου πυροῦ ἀρτάβαι β δ μη πεντώβολον χαλκοῖ γ, διοικήσεως ναυβίου δραχμὴ α ἡμιωβέλιον χαλκοῖ β, προσδιαγραφομένων χαλκοῖ γ, γίνεται δραχμὴ α ὀβολὸς χαλκοῦς α, ἱερατικῶν θησαυρικοῦ χαλκοῦς α, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ δ ὀβολὸς χαλκοῖ γ γίνονται εἴδους διοικήσεως ναυβίου δραχμαὶ κζ τριώβολον χαλκοῖ γ, προσδιαγραφομένων δραχμὴ α τετρώβολον χαλκοῖ β, γίνονται δραχμαὶ κθὀβολὸςα 𐅵 χαλκοῦς α, ἱερατικῶν θησαυρικοῦ τριώβολον χαλκοῖ γ, εἰκοστῆς δραχμαὶ μθ ἡμιωβέλιον , προσδιαγραφομένων δραχμαὶ γ χαλκοῖ γ, γίνονται δραχμαὶ νβ ἡμιωβέλιον χαλκοῖ γ, παραναύλου δραχμαὶ κβ ὀβολοὶ γ 𐅵 χαλκοῖ γ, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ρδ ὀβολοὶ γ 𐅵 χαλκοῖ β. καὶ τῶν κατὰ τὸ κβ ἔτος σιτοφόρων ἰδιωτικῶν ὁλεπιγράφων τὸ μὲν ἐν ἀπράτοις ἐτάγη, τὸ δὲ ἐξεχωρήθη, τοῦ δὲ λοιποῦ δεσποζομένου τιμὴ διεγράφη. τῆς δὲ ἐν ἀπράτοις ἐν χέρσῳ ἐπισκεφθείσης, τὰ ἐπιβάλλοντα αὐτῇ ἀπὸ τῆς ἐκκεχωρημένης καθήκοντα ἐν ἀπαιτήσει ὄντα διεστάλη τῷ κβ ἔτει καὶ ἑξῆς κατʼ ἔτος ἄχρι τοῦ θ ἔτους, τῷ δὲ ι ἔτει ἐνίων αὐτῶν τὰ τελέσματα κατʼ εὐλόγους αἰτίας εἰς ὁμόλογον ἀποκατεστάθη·

---

Documentary Papyri, P.Thmouis 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.thmouis;1.
