# P.Thmouis 1 1.158.14-1.160.22

Documentary Papyri, P.Thmouis 1, 1.158.14 to 1.160.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-thmouis-1/1.158.14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-thmouis-1/1.158.14

ὁ δὲ μετὰ τὸν Πετεμιῦν κατασταθεὶς κωμογραμματεὺς ἐδήλωσεν τοὺς μὲν αὐτῶν ἐπὶ τῶν σεσημαμμένων κωμῶν μὴ ὑπάρχειν μηδὲ ὑπῆρχθαί ποτε ἀλλὰ καὶ ἀγνοεῖν τίνες εἰσί, ἑτέρους δὲ ἐπὶ Θμούεως καὶ Μένδητος ἀναγράφεσθαι, ἄλλους δὲ ἐπὶ τῶν μεμηνυμένων κωμῶν λαογραφεῖσθαι, ἐνθάδε πρώτως ὡς ἐπὶ ξένης κατεισεληλυθότας τῷ κγ ἔτει. ἔνθεν τὰ μὲν τοῦ ἑνὸς ἐπικεφάλια ἐν ἀπαιτήσει ἀφείθη, τὰ δὲ τῶν ἄλλων ἐπεσχέθη. Οὐικτωρείνου δὲ πρὸς τὰ ἀνενεχθέντα αὐτῷ βουληθέντος ἁπάντων τὴν ἐξέτασιν γενέσθαι, ἤχθη Συριακῷ τῷ γ ἔτει, ὅτε τὸν νομὸν διελογίζετο, περὶ τῶν ἄχρι τοῦ β ἔτους διασταλέντων, ὁ δὲ ὑπέγραψεν οὕτως· περὶ τῶν ἐν τῇ μητροπόλει ἀναγραφομένων ἐντὸς τριμήνου ἐξετασθήτω εἰ σώζουσιν ἐκεῖνο τὸ δίκαιον, τῶν λοιπῶν δὲ κουφισθήτω. κατὰ ταῦτα μὲν τὰ τῶν ἄλλων ἐπικεφάλια δηλοῦται κεκουφίσθαι, τὰ δὲ τῶν δηλωθέντων ἐν τῇ μητροπόλει ἀναγράφεσθαι ἄχρι τοῦ ε ἔτους διεστάλη καὶ ἑξῆς κατʼ ἔτος· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος τίθεται. τῶν μὲν ἐπὶ κώμης Ψεναχὼ παραγενομένων καὶ ἐπὶ Θμούεως ἀναγραφομένων· Ἀπολλώνιος ἀπάτωρ ἐκ μητρὸς Σοήριος, δηλωθεὶς ἀναγράφεσθαι ἐπὶ Θμούεως δ ἀμφόδου ὡς Ἀπολλώνιος Στρά- τωνος μητρὸς Σοήριος, …πους Νεχθε… μητρὸς Θαύριος, δηλωθεὶς ἀναγεγράφθαι ἐπὶ Θμούεως ια ἀμφόδου ὡς Τι…ν Αἰλουρίωνος μητρὸς Ἰσιδώρας, Ἀπολλώνιος Πρωτάρχου μητρὸς Τρυφαίνης, δηλωθεὶς ἀναγράφεσθαι ἐπὶ Θμούεως ια ἀμφόδου ὡς Ἀπολλώνιος Ἰσιδώρου μητρὸς Τρυφαίνης, γίνονται γ, τῶν δὲ ἐπὶ Μένδητος· Ψόις Ὥρου μητρὸς Τανούπιος, δηλωθεὶς ἀναγράφεσθαι ὡς Ψόις …ήπιος μητρὸς Τανούπιος, Ὧρος ὁ ἀδελφός, δηλωθεὶς ἀναγράφεσθαι ἐπὶ τοῦ αὐτοῦ ὀνόματος, γίνονται β, λαογραφίας δραχμαὶ π, ὧν θησαυρικοῦ δραχμὴ α χαλκοῖ β, λοιπαὶ ἀργυρίου δραχμαὶ οη ὀβολοὶ ε 𐅵 χαλκοῖ β, αἳ καθαραὶ δραχμαὶ οδ διώβολον χαλκοῦς α, προσδιαγραφομένων δραχμαὶ δ ὀβολοὶ γ 𐅵 χαλκοῦς α, γίνονται αἱ αὐταί, ἱερατικῶν θησαυρικοῦ δραχμὴ α χαλκοῖ β, ἣ καθαρὰ δραχμὴ α χαλκοῦς α, προσδιαγραφομένων ἑκατοσταὶ β χαλκοῦς α, γίνονται ἡ αὐτή, μὴ συνοψιζομένου χωματικοῦ δραχμαὶ λγ διώβολον, προσδιαγραφομένων δραχμαὶ β ἡμιωβέλιον , γίνονται δραχμαὶ λε ὀβολοὶ β 𐅵, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ριε ὀβολοὶ β 𐅵.

---

Documentary Papyri, P.Thmouis 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.thmouis;1.
