# P.Thmouis 1 1.78.9-1.80.12

Documentary Papyri, P.Thmouis 1, 1.78.9 to 1.80.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-thmouis-1/1.78.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-thmouis-1/1.78.9

ἐξ ὧν ὁ κωμογραμματεὺς ἐδήλωσεν ὀφείλειν ἀπαιτεῖσθαι παρὰ τῶν συνεστώτων ἀνδρῶν β δραχμὰς θ τετρώβολον, τῷ γὰρ χρόνῳ, φησί, ὅτε πρώτως ἐστάθη δίδοσθαι τὰ προκείμενα κεφάλαια, ἐπιβεβληκέναι ἑκάστῳ ἀνδρὶ δραχμὰς δ πεντώβολον, καὶ τὰς λοιπὰς ἐκούφισεν ἀργυρίου δραχμὰς υκβ πεντώβολον χαλκοῦς γ, ἀντὶ δὲ τούτων μόναι ἐπέχονται αἱ αἱροῦσαι πρὸς τὸν τῶν δέκα ἀνδρῶν ἀριθμὸν τοῖς ἀνακεχωρηκόσιν ἀνδράσι η ἀργυρίου δραχμαὶ τμϛ, ὧν διοικήσεως ὑποκειμένου τοπογραμματέως δραχμαὶ ρλα ὀβολὸς χαλκοῖ β, αἳ καθαραὶ δραχμαὶ ρκγ τριώβολον, προσδιαγραφομένων δραχμαὶ ζ τετρώβολον χαλκοῖ β, γίνονται αἱ αὐταί, κωμογραμματέως δραχμαὶ ξδ, αἳ καθαραὶ δραχμαὶ ξ ὀβολὸς χαλκοῖ γ, προσδιαγραφομένων δραχμαὶ γ ὀβολοὶ δ 𐅵 χαλκοῦς α, γίνονται αἱ αὐταί, ἐπιστατείας φυλακιτῶν δραχμαὶ ξη, αἳ καθαραὶ δραχμαὶ ξδ, προσδιαγραφομένων δραχμαὶ δ, γίνονται αἱ αὐταί, εἰδῶν τοκαδείας δραχμαὶ οζ χαλκοῖ γ, αἳ καθαραὶ δραχμαὶ προσδιαγραφομένων δραχμαὶ δ τριώβολον χαλκοῦς α, γίνονται αἱ αὐταί, ὑποκειμένου καὶ κηρυκικοῦ πεντώβολον χαλκοῖ γ, αἳ καθαραὶ πεντώβολον χαλκοῦς α, προσδιαγραφομένων χαλκοῖ β, γίνονται αἱ αὐταί, παραναύλου δραχμαὶ δ πεντώβολον, γίνονται διοικήσεως δραχμαὶ σνγ ὀβολοὶ β 𐅵, προσδιαγραφομένων δραχμαὶ ιε τριώβολον χαλκοῦς α, γίνονται δραχμαὶ σξη ὀβολοὶ ε 𐅵 χαλκοῦς α, εἰδῶν δραχμαὶ οβ τριώβολον χαλκοῖ β, προσδιαγραφομένων δραχμαὶ δ τριώβολον χαλκοῦς α, γίνονται δραχμαὶ οζ χαλκοῖ γ, γίνονται αἱ προκείμεναι δραχμαὶ τμϛ Ψεν… ἐφʼ ἧς ὁ κωμογραμματεὺς ἐδήλωσεν …ν ἀναγραφη … ἀνδρ νβ, νῦν δὲ εἰς μόνους κατηντηκέναι ἄνδρας …, οὕσπερ καὶ ἐξασθενήσαντας ἀνακεχωρηκέναι …ιαπο … ὑποκειμένου … ἐφοδίου διαλογισμοῦδραχμαὶμ, αἳ καθαραὶ δραχμαὶ λζ ὀβολοὶ γ 𐅵 χαλκοῖ γ, προσδιαγραφομένων δραχμαὶ β διώβολον χαλκοῦς α, γίνονται αἱ αὐταί, εἰδῶν τοκαδείας δραχμαὶ οβ καὶ ἐξ ἐπικλασμοῦ δραχμαὶ μδ ὀβολοὶ γ 𐅵 χαλκοῦς α, γίνονται δραχμαὶ ριϛ ὀβολοὶ γ 𐅵 χαλκοῦς α, προσδιαγραφομένων δραχμαὶ ζ ὀβολὸς α 𐅵 χαλκοῦς α, γίνονται δραχμαὶ ρκγ πεντώβολον χαλκοῖ β, ὑποκειμένου καὶ κηρυκικοῦ δραχμὴ α ὀβολὸς χαλκοῖ β, προσδιαγραφομένων ἡμιωβέλιον χαλκοῖ γ, γίνονται δραχμὴ α διώβολον χαλκοῦς α, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ρκε ὀβολὸς χαλκοῖ γ, ἐπιστατείας φυλακιτῶν δραχμαὶ ριϛ, προσδιαγραφομένων δραχμαὶ ζ ὀβολὸς α 𐅵, γίνονται δραχμαὶ ρκγ ὀβολὸς α 𐅵, παραναύλου πυροῦ ἀρτάβαι λ 𐅵 ιβ δραχμαὶ ιβ ὀβολὸς α 𐅵, γίνονται διοικήσεως ἀργυρίου δραχμαὶ ρξζ ἡμιωβέλιον χαλκοῦς α, προσδιαγραφομένων δραχμαὶ θ ὀβολοὶ δ 𐅵, γίνονται δραχμαὶ ροϛ πεντώβολον χαλκοῦς α, εἰδῶν δραχμαὶ ριϛ ὀβολοὶ γ 𐅵 χαλκοῦς α, προσδιαγραφομένων δραχμαὶ ζ ὀβολὸς α 𐅵 χαλκοῦς α,

---

Documentary Papyri, P.Thmouis 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.thmouis;1.
