# P.Thmouis 1 1.91.3-1.93.11

Documentary Papyri, P.Thmouis 1, 1.91.3 to 1.93.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-thmouis-1/1.91.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-thmouis-1/1.91.3

δούλων ἐντοπίων κατὰ χρόνους δηλωθέντων πεπρᾶσθαι ἀτελέσι τὰ ἐπικεφάλια ἀναλαμβάνεται, ἄχρις ἂν ὁ χρηματισμὸς ἐπεσκεμμένος ἐπενεχθῇ. τούτου δὲ τῷ η ἔτει ἐπενεχθέντος καὶ τ…προσ…κούσης ἐξετάσεως ἀπαρτισθείσης, τὰ τοῦ θ ἔτους καὶ τοῦ ἑξῆς ι ἔτους ἐπικεφάλια ἐπεσχέθη ἄχρι κρίσεως· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος διαστέλλεται. μητροπόλεως Θμούεως β ἀμφόδου γ μερίδος …ος ὁ καὶ Αἰλουρίων ἐκ μητρὸς Καλλιρόης δοῦλος Ἀπίωνος Ποτάμωνος, δηλωθεὶς πεπρᾶσθαι τῷ δ ἔτει Παῦνι κδ Σαραπίωνι Σαραπίωνος τοῦ Ἰσιδώρου Σωσικοσμείῳ τῷ καὶ Ἀλθαιεῖ, γνησίων λαογραφίας δραχμαὶ η, αἳ καθαραὶ δραχμαὶ ζ τριώβολον χαλκοῖ β, προσδιαγραφόμενων ὀβολοὶ β 𐅵 χαλκοῖ β, γίνονται αἱ αὐταί, χωματικοῦ δραχμαὶ ϛ τετρώβολον, προσδιαγραφομένων ὀβολοὶ β 𐅵, γίνονται δραχμαὶ ζ ἡμιωβέλιον , γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ιε ἡμιωβέλιον Μένδητος … ἀμφόδου … Κρόνος ἐπικεκλημένος …το… δοῦλος Ἀμμων…ώρου Ἥρωνος ἀπὸ Μένδητος, δηλωθεὶς πεπρᾶσθαι τῷ κγ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου Ἐπεὶφ διὰ Ἱέρακος συναλλαγματογράφου Ἴσιδος πόλεως τοῦ ἄνω Σεβεννύτου Σαραπιάδι ἀστῇ μετὰ κυρίου τοῦ ἀνδρὸς Τίτου Φλαουίου …νου, γνησίων λαογραφίας δραχμαὶ η, αἳ καθαραὶ δραχμαὶ ζ ὀβολοὶ 3 χαλκοῖ β, προσδιαγραφομένων ὀβολοὶ β 𐅵 χαλκοῦς β, γίνονται αἱ αὐταί, χωματικοῦ δραχμαὶ ϛ τετρώβολον, προσδιαγραφομένων ὀβολοὶ β 𐅵 γίνονται δραχμαὶ ζ ἡμιωβέλιον , γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ιε ἡμιωβέλιον … ζ ἀμφόδου …ιος ἐκ μητρὸς Ἀφροδείτης δοῦλος …α…ετος Ἁρποκρατίωνος …ος, δηλωθεὶς πεπρᾶσθαι τῷ … ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου μηνὶ Φαμενὼθ διὰ τοῦ ἐν … ἀγορανομίου Χρυσέρμῳ … τοῦ καὶ Ἀπολλωνίου … Σωσικοσμείῳ τῷ καὶ Ἀλθαιεῖ, γνησίων λαογραφίας δραχμαὶ η, αἳ καθαραὶ δραχμαὶ ζ τριώβολον χαλκοῖ β, προσδιαγραφομένων ὀβολοὶ β 𐅵 χαλκοῖ β, γίνονται αἱ αὐταί, χωματικοῦ δραχμαὶ ϛ ὀβολοὶ 4, προσδιαγραφομένων ὀβολοὶ β 𐅵, γίνονται δραχμαὶ ζ ἡμιωβέλιον , γίνονται δραχμαὶ ιε ἡμιωβέλιον θ ἀμφόδου Σαραπίων δοῦλος Εἰρηναίου Βιηνχίωνος, δηλωθεὶς τῷ ϛ ἔτει πεπρᾶσθαι Κρονίῳ τῷ καὶἉρποκρατίωνι Ἁρποκρατίωνος Σωσικοσμείῳ τῷ καὶ Ἀλθαιεῖ, γνησίων λαογραφίας δραχμαὶ η, αἳ καθαραὶ δραχμαὶ ζ τριώβολον χαλκοῖ β, προσδιαγραφομένων ὀβολοὶ β 𐅵 χαλκοῖ β, γίνονται αἱ αὐταί, χωματικοῦ δραχμαὶ ϛ ὀβολοὶ 4, προσδιαγραφομένων ὀβολοὶ β 𐅵, γίνονται δραχμαὶ ζ ἡμιωβέλιον , γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ιε ἡμιωβέλιον .

---

Documentary Papyri, P.Thmouis 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.thmouis;1.
