# P.Thmouis 1 1.95.11-1.97.21

Documentary Papyri, P.Thmouis 1, 1.95.11 to 1.97.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-thmouis-1/1.95.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-thmouis-1/1.95.11

ἰδιωτικοῦ ἐδάφους εἰς πρᾶσιν ἐν τῇ τοῦ ἰδίου λόγου ἐπιτροπῇ προσκειμένου τὰ τοῦ θ ἔτους καὶ ι ἔτους καθήκοντα ἐπὶ τῷ τῷ θ ἔτει ἐν χέρσῳ ἐπεσκέφθαι διεστάλη· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος τὰ ἀργυρικά, τῶν σιτικῶν ἐν ἑτέρῳ μέρει ἐπισχεθέντων, διαστέλλεται, ἄχρις ἂν ἀπὸ τιμῆς ὑπαρχόντων ἢ προσόδου τῶν ἑξῆς … ἐτῶν ἀναπληρωθῇ. Πτεμπαθιὼ Πώεως ὀνόματος Ὡρεῖτος δηλωθέντος εἶναι Ὥρου Ἐλήικιος ἐπικα…ο… λι…κου ἐωνημένης Ἁρεμβάσνιος Ἑσιήους … …το… γνησίων ναυβίου δραχμαὶ β τριώβολον, χωματικοῦ χαλκοῖ ι οἳ χαλκοῖ β, ἀλλαγῆς τριώβολον χαλκοῦς α, γίνονται δραχμαὶ γ χαλκοῖ γ, προσδιαγραφομένων ὀβολὸς χαλκοῦς α, γίνονται δραχμαὶ γ ὀβολὸς α 𐅵, ἱερατικῶν θησαυρικοῦ χαλκοῖ γ, εἰκοστῆς δραχμαὶ ϛ ὀβολοὶ γ 𐅵, προσδιαγραφομένων ὀβολοὶ β 𐅵, γίνονται δραχμαὶ ζ, διοικήσεως παραναύλου πυροῦ σύνπαντι ἀρτάβαι ια ιβ δραχμαὶ δ ὀβολοὶ β 𐅵, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ιδ τετρώβολον χαλκοῖ γ. ἄλλης σιτοφόρου ἐπιγραφῆς ἀρουρῶν κ καὶ πλεονασμοῦ ἐξ ἐπισκέψεως ἀρουρῶν τεσσάρων καὶ πρὸς ἄρουραι ἓξ καὶ πρὸς ἐν ἀπράτοις ἐτάγησαν καὶ τῷ μὲν ε ἔτει ἄρουραι ιε τῷ δημοσίῳ ἐξεχωρήθησαν, τῷ δὲ ϛ ἔτει καὶ αἱ τοῦ πλεονασμοῦ ὑπολειπόμεναι ἄρουραι γ καὶ πρὸς ἐξεχωρήθη, ὧν καὶ αὐτ …ἐκφόρια τοῦ ἐν ἀπράτοις μέρους τῶν δημοσίων ὡρισθ … ὑπὲρ τοῦ ϛ ἔτους καὶ αὐτοῦ …νεπ…τη…τα ὑπὲρ …προ…αν…ει…σθ … τὰ σιτικὰ καθήκοντα …ουη…σωστ… ἐν ἑ- τέρῳ μέρει ἐπὶ τῷ, ὡς προδεδήλωται, τὸ ἐν ἀπράτοις μέρος τῷ μὲν η ἔτει ὡρίσθαι τῶν δημοσίων, τῷ δὲ η ἔτει ἐν χέρσῳ ἐπεσκέφθαι καὶ τὰ καθήκοντα αὐτοῦ διὰ προσγράφου ἐπεσχέθη καὶ διεστάλη, τὰ ἀργυρικὰ τελέσματα κατὰ τὸν αὐτὸν τρόπον τῷ θ ἔτει καὶ ι ἔτει ἀναλαμβάνεται καὶ διαστέλλεται καὶ πρὸς τὸ ια ἔτος ἐπέχεται. Πτεμπαθιὼ Πώεως μοναρτάβου ἐωνημένης Ἁρεμβάσνιος Ἑσιήους ἄρουραι κ, ἐξ ὧν ἐν ἀπράτοις ἐτάγησαν ὀνόματος Ὥρου Ἐλήκιος ἄρουραι ε καὶ εἰς τὸ δημόσιον ἐξεχωρήθη τῷ μὲν ε ἔτει ἄρουραι ιε, τῷ δὲ ϛ ἔτει τοῦ αὐτοῦ πλεονασμοῦ ἐξ ἐπισκέψεως παντὸς ἐδάφους ἄρουραι γ 𐅸 λβ ρκη, γνησίων διοικήσεως ναυβίου ἄρουραι ιε δραχμαὶ ζ τριώβολον, χωματικοῦ χαλκοῖ λ οἳ ἡμιωβέλιον χαλκοῦς α, ἀλλαγῆς ὀβολοὶ γ 𐅵 χαλκοῦς α, γίνονται δραχμαὶ η ὀβολὸς χαλκοῖ β, προσδιαγραφομένων τριώβολον χαλκοῦς α, γίνονται δραχμαὶ η τετρώβολον χαλκοῖ γ, θησαυρικοῦ ὀβολὸς, εἰκοστῆς ἄρουραι ιη 𐅸 λβ ρκη

---

Documentary Papyri, P.Thmouis 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.thmouis;1.
