# P.Tor. 11bis.1.1-11bis.2.30

Documentary Papyri, P.Tor., 11bis.1.1 to 11bis.2.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tor-2/11bis.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tor-2/11bis.1.1

ἔτους να Παῦνι η ἐν Διὸς πόλει τῆι Μεγάληι τῆς Θηβαίδος ἐπὶ Πτολεμαίου τῶν φίλων καὶ ἱππάρχου ἐπʼ ἀνδρῶν καὶ ἐπιστάτου τοῦ Περὶ Θήβας, συνπαρόντων Πτολεμαίου τοῦ Ἀγαθάρχου τῶν φίλων καὶ ἱππάρχου ἐπʼ ἀνδρῶν, Εἰρηναίου τοῦ Εἰρηναίου τῶν αὐτῶν, Πολυπέρχοντος τοῦ Ἀμμωνίου τῶν κατοίκων ἱππέων, Σεσοώσιος ἑκατοντάρχου φιλοβασιλιστῶν προθύμων καὶ ἄλλων. καταστάντος Ἑρμίου τοῦ Πτολεμαίου τῶν ἐκ τοῦ Ὀμβίτου πρὸς Ὧρον καὶ τοὺς μετʼ αὐτοῦ χοαχύτας τῶν ἀπὸ τῆς Διὸς πόλεως ἀνεγνώσθη τὸ ἐπιδοθὲν παρὰ τοῦ Ἑρμίου ὑπόμνημα, οὗ ἐστιν ἀντίγραφον· Πτολεμαίωι τῶν φίλων καὶ ἱππάρχηι ἐπʼ ἀνδρῶν καὶ ἐπιστάτῃ τοῦ Περὶ Θήβας παρʼ Ἑρμίου τοῦ Πτολεμαίου Πέρσου τῶν περὶ αὐλὴν διαδόχων καὶ ἡγεμόνος ἐπʼ ἀνδρῶν. ἠδικημένος οὐ μετρίως καὶ κινδυνεύων τῶν ἰδίων στερηθῆναι ὑπὸ Ὥρου τοῦ Ὥρου καὶ Χοννονπρέους τοῦ Ἁρσιήσιος, Ψενχώνσιος τοῦ Τεεφίβιος, Πανᾶτος τοῦ Πεχύτιος, χοαχυτῶν καὶ τῶν ἄλλων, ὑπαρχόντων γάρ μοι ἐν Διὸς πόλει προγονικῶν οἰκιῶν, ὧν καὶ τῶν προγόνων μου κεκυριευκότων, ἐφʼ ὅσον περιῆσαν χρόνον, οἱ ἐγκαλούμενοι τὴν κατοικίαν ἔχοντες ἐν τοῖς Μεμνονείοις, ἐν δὲ τῆι τῶν καιρῶν περιστάσει καταγνόντες ἐπὶ τῶι ἄλλου τὴν κατοικίαν ἔχειν με, ἐπελθόντες ἐπὶ τινα μίαν τῶν προγεγραμμένων οἰκιῶν, ἥ ἐστιν ἐκ τοῦ ἀπὸ νότου καὶ λιβὸς τῆς Διὸς πόλεως ἀπὸ βορρᾶ τοῦ δρόμου τοῦ φέροντος ἐπὶ ποταμὸν τῆς μεγίστης θεᾶς Ἥρας, ἧς τοῖχοι ἦσαν ᾠκοδομημένοι, καὶ τῆι περὶ ἑαυτοὺς βίαι χρώμενοι ἐπισκευάσαντες τὰ καθῃρημένα μέρη ἐνοικοῦσι ἀντιποιούμενοι ἀδίκως. ὑπὲρ ὧν μεταλαβὼν ἐν τῶι μϛ ἔτει παραγενόμενος εἰς τὴν Διὸς πόλιν ἐπέδωκα κατʼ αὐτῶν ὑπόμνημα Ἑρμίαι τῶν ὁμοτίμων τοῖς συγγενέσι καὶ στρατηγῶι καὶ νομάρχηι καὶ παραγγελέντος αὐτοῖς ἔρχεσθαι εἰς τὸ συνέδριον συνιστοροῦντες ἑαυτοῖς οὐδὲν βέβαιον ἔχουσι ἐξέκλινον. ὁμοίως δὲ καὶ ἐν τῶι μθ ἔτει Μεσορὴ τοῦ Ἑρμίου ἐπιβαλόντος εἰς τὴν Διὸς πόλιν καὶ περὶ τῶν αὐτῶν ἐντυχόντος μου καὶ ἐκτοπισάντων αὐτῶν, συνέταξεν Ἑρμογένει τῶι τότε ἀρχιφυλακίτηι παραδοῦναί μοι τὴν οἰκίαν. χωρισθέντος δέ μου εἰς τὸν Ὀμβίτην πάλιν ἐπελθόντες ἐπὶ τὴν αὐτὴν οἰκίαν ἐνοικοῦσι. ἐπεὶ οὖν καὶ ἐν τῶι Μεχεὶρ τοῦ ἐνεστῶτος ἔτους παραγενομένου μου εἰς Διὸς πόλιν καὶ περὶ τῶν αὐτῶν ἐντυχόντος Ἡρακλείδῃ τῶι τότε ἐπιστατήσαντι καὶ παραγγελέντος αὐτοῖς διʼ Ἀρτεμιδώρου ὑπηρέτου καὶ λαβόντων ἀντίγραφον τοῦ ὑπομνήματος οὐκ ἀπήντησαν φυγοδικοῦντες, οἰομένων ἐφʼ ἱκανὸν χρόνον καταφθαρέντα με ἐντεῦθεν ἀναλύσειν καθότι καὶ πρότερον, ἀξιῶ συντάξαι καταστῆσαι αὐτοὺς ἐπὶ σὲ

---

Documentary Papyri, P.Tor.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tor.choach.
