# P.Tor. 12.4.26-12.5.29

Documentary Papyri, P.Tor., 12.4.26 to 12.5.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-tor-2/12.4.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-tor-2/12.4.26

πεμφθείσης αὐτῶι ὑπὸ τῶν ἱερέων τοῦ Ἄμμωνος καὶ ἀναφορᾶς Παμώνθου τοῦ γενομένου τοπογραμματέως καὶ Αἰνέου τοῦ στρατηγοῦ ἐπιστολή, περὶ τοῦ τοὺς ἀπὸ τῆς Διὸς πόλεως ταριχευτὰς μετοικισθῆναι εἰς τὰ Μεμνόνεια, φήσας καὶ ἀπὸ τούτων περιγίνεσθαί τινα αὑτῶι κυριείαν, καὶ προστάγματα περὶ προθεσμιῶν, οἷς προσήδρευεν μὴ παρὰ τὸν προγεγονότα χρόνον ποιησαμένους, καὶ ἐξ ὧν δὲ προενήνεκτο καὶ παρανέγνω ἐπὶ τῆς δικαιολογίας, ἠξίου τοὺς ἀντιδίκους ἐξοικισθῆναι, ἑαυτῶι δὲ παραδοθῆναι τὴν οἰκίαν. μεταλαβὼν τὸν λόγον ὁ τοῖς περὶ τὸν Ὧρον συνκαταστὰς Δείνων προηνέγκατο τὸν Ἑρμίαν κατὰ κενὸν περιεσπακέναι τοὺς περὶ τὸν Ὧρον ἐπὶ τῆι πάσηι συκοφαντίαι καὶ διασεισμῶι καὶ εἰς οὐ τὰ τυχόντα βλάβη περιστῆσαι οὐθενὸς εὐλόγου ἀντεχόμενον, φήσας εἶναι αὐτῶν τὴν οἰκίαν καὶ καθʼ ἃ παρέκειτο ἀντίγραφα συγγραφῶν Αἰγυπτίων, διηρμηνευμένων δʼ Ἑλληνιστί, μιᾶς μὲν γεγονυίας τοῦ κη ἔτους Παχὼν ἐπὶ τοῦ Φιλομήτορος, καθʼ ἣν ὁ τοῦ ἑνὸς τῶν ἐνκαλουμένων Ψενχώνσιος καὶ Χονοπρέους πατὴρ Τεεφῖβις ἐώνητο παρὰ Ἑλήκιος καὶ Λοβάιτος καὶ Τβαιάιτος καὶ Σενεριεῦτος καὶ Ἑριέως καὶ Σενοσορφίβιος καὶ Σισόιτος τοῦ καὶ Ἑριέως, ὄντων ἑπτά , πήχεις οἰκοπεδικοὺς ἑπτὰ ἥμισυ ἐκ τοῦ ἀπὸ νότου μέρους τῶν ὑπαρχόντων αὐτοῖς ψιλῶν τόπων πηχῶν δέκα , ἑτέρας δὲ, καθʼ ἣν ὁ τῶν ἐνκαλουμένων Νεχούτου καὶ Ἁσῶτος καὶ ἄλλου Νεχούτου καὶ τῆς τούτων ἀδελφῆς Νεχούθιος πατὴρ Ἁσῶς ὁμοίως ἐώνητο παρὰ τῶν αὐτῶν πήχεις δύο ἥμισυ ἐν τῶι αὐτῶι ἔτει καὶ μηνί, ἑτέρας δὲ γεγονυίας τοῦ λε ἔτους Μεσορὴ ἐπὶ τοῦ αὐτοῦ βασιλέως, καθʼ ἣν ὡσαύτως ἐώνητο ὁ τῶν ἄλλων Πανᾶτος καὶ Πατοῦτος καὶ Πασήμιος καὶ Ἁρπχήμιος καὶ Σεναμούνιος πατὴρ Πεχύτης παρʼ Ἀμμωνίου καὶ Ζβενδήτιος τὸ ἐπιβάλλον αὐτοῖς τῆς αὐτῆς οἰκίας μέρος τέταρτον , πήχεις τρεῖς τρίτον , ὧν καὶ τὰ τέλη τετάχθαι εἰς τὴν τοῦ ἐνκυκλίου ὠνήν, καὶ κεκυριευκέναι αὐτοὺς μέχρι τοῦ νῦν ἀναμφιλέκτως οὐθενὸς ἁπλῶς ἐμποιησαμένου ἔτη τριάκοντα ἑπτά . παρέθετο δὲ καὶ μέρη ἐκ τῶν περὶ τῶν φιλανθρώπων προσταγμάτων περὶ τοῦ τοὺς κεκυριευκότας τινῶν καὶ μὴ δυναμένους παρατίθεσθαι τὰ κατʼ αὐτῶν συμβόλαια ἐᾶν κρατεῖν. ἐπελθὼν δὲ καὶ ἐπὶ τὰ τοῦ ἀντιδίκου δικαιώματα καὶ παραναγνωσθείσης τῆς προαναλελεγμένης ἐντεύξεως ἔλεγεν, τοῦ ἀντιδίκου ἀναπεφωνηκότος διʼ αὐτῆς τοῖς βασιλεῦσι τὸν ἑαυτοῦ πατέρα μετελθεῖν ἐκ τῆς Διὸς πόλεως μεθʼ ἑτέρων στρατιωτῶν εἰς τοὺς ἄνω τόπους ἐν τῆι γενομένηι ταραχῆι ἐπὶ τοῦ πατρὸς τῶν βασιλέων, θεοῦ Ἐπιφανοῦς, καὶ ἔφη

---

Documentary Papyri, P.Tor.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.tor.choach.
