# P.Trier 1 1

Documentary Papyri, P.Trier 1, P.Trier 1 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-trier-1/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-trier-1/1

ἐτῶν ν εὐμεγέθης λευκόχρως τετανὸς φακὸς μετώπωι μέσωι. Ἀμύντας Μαχάτου Ἀλεξανδρεὺς τῆς ἐπιγονῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον Ἡράκλειον κληρονόμος τῶν Πρωτίωνoς τετελευτηκότος ὑπαρχόντων Ἀρχεπόλει Θεσσάλωι τῶν Πτολεμαίου ἰδιώτηι, καθὰ συνήλλαξεν τῶν Χάρητος. ὅτι τοῦ ἑπτακαιδεκάτου ἔτους μηνὸς Αὐδναίου …τῃ καὶ εἰκάδι δανεισάμενος παρὰ Πρωτίωνος τοῦ προγεγραμμένου χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς δραχμὰς τρισχιλίας τόκου ὡς ἐκ δύο δραχμῶν τὴν μνᾶν τὸν μῆνα ἕκαστον κατὰ συγγραφὴν, ἧς συγγραφοφύλαξ Πτολεμαῖος, ἐφ’ ἧς ἔγγυος ἐπεγράφη τοῦ δανείου εἰς ἔκτισιν Διοκλῆς Πέρσης τῶν οὔπω ὑπὸ ἡγεμόνα τριακοντάρουρος, καὶ τῆς συγγραφῆς διαγορευούσης ἀποδοῦναί σε Πρωτίωνι τὸ δάνειον τοῦτο καὶ τὸν τόκον ἐν ἡμέραις δέκα ἀφ’ ἧς ἂν ἀπαιτηθῆις· ἐὰν δὲ μὴ ἀποδῶις καθὰ γέγραπται, ἀποτεῖσαί σε ἡμιόλιον τὸ δάνειον, τὸν δὲ τόκον ἁπλοῦν· τοῦ δὲ Πρωτίωνος ἀπογενομένου … παρὰ σοῦ σὺ ἀπαιτούμενος ὑπὸ μoῦ τὰς Γ δραχμὰς καὶ τὸν τόκον οὐκ ἀπέδωκάς μοι. διό σοι δικάζομαι κληρονόμος τῶν τοῦ Πρωτίωνος ὑπαρχόντων ἐν τῶι ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν κληρωτῶι δικαστηρίωι κατὰ τὴν συγγραφὴν τῶν Γ δραχμῶν τοῦ δανείου σὺν ἡμιολίαι χαλκοῦ νομίσματος δραχμῶν χιλίων πεντακοσίων καὶ τοῦ τόκου χαλκοῦ νομισματος δραχμῶν τρισχιλίων, τοῦ παντὸς χαλκοῦ νομίσματος δραχμῶν ἑπτακισχιλίων πεντακοσίων. τίμημα τῆς δίκης χαλκοῦ νομίσματος δραχμαὶ ἑπτακισχίλιαι πεντακόσιαι. τὸ ἀδίκημα ἐγένετο ὅτε σὺ ἀπαι τού μενος τὰς Γ δραχμὰς οὐκ ἀπέδωκας μοι. ἔτους δευτέρου καὶ εἰκοστοῦ ἐφ ̓ἱερέως Μαρσύου τοῦ Δημητρίου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Δημονίκης τῆς Λεοννάτου κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀναξιβουλης τῆς Τελέστου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς … . κέκλησαι καὶ τὸ ἔγκλημα δέδωκά σοι ἐνωπίωι ἔτους κβ μηνὸς … . κλήτορες· …απε… ἔτους κβ … ἔγκλημα Ἀμύντου πρὸς Ἀρχέπολιν δραχμῶν Ζφ.

---

Documentary Papyri, P.Trier 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.trier;1.
