# P.Trier 1 10

Documentary Papyri, P.Trier 1, P.Trier 1 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-trier-1/10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-trier-1/10

ἔτους λε µέσος πυρράκης … Δηµήτριος Κλεάνδρου … ἱππάρχης ἐπ’ ἀνδρῶν µαρτυρῶ Ἑρµαίωι κατὰ Διονυσοδώρου. οἰκῶ ἐν Εὐεργέτιδι τῇ ὑπὲρ Μέµφιν τοῦ Ἄνω Κυνοπολίτου. τοῦ δὲ ἑνὸς καὶ εἰκοστοῦ ἔτους µηνὸς Αἰγυπτίων Ἁθὺρ ἕκτηι παρὼν ἐν τῆι Κροκοδείλων πόλει τοῦ Ἀρσινοίτου ἐπεγράφην µάρτυς ἐπὶ συγγραφῆς καθ’ ἣν ἐδάνεισεν Ἑρµαῖος Διονυσοδώρωι, καθ’ οὗ µαρτυρῶ, χαλκοῦ νοµίσµατος ὀφθαλµοφανοῦς δραχµὰς τρισχιλίας, ἐφ’ ἃς καὶ ἐνεγυήσατο εἰςἔκτισιν Πραξὼ Διονυσοδώρου τὸν πατέρα αὐτῆς. σφραγισθείσης τῆς συγγραφῆς ὑπὸ τε Διονυσοδώρου καὶ Ἑρµαίου καὶ τῆς ἐγγύου Πραξοῦς τῆς Διονυσοδώρου καὶ Δηµητρίου Διονυσοδώρου καὶ ἐµοῦ καὶ τῶν ἄλλων τῶν συνεπιγραφέντων µοι µαρτύρων ἔδωκάν µοι τὴν συγγραφὴν κυρίαν φυλάσσειν, ἣν ἔτι καὶ νῦν ἔχων κυρίαν φυλάσσω καὶ ἐπιφέρω κυρίαν ἐπὶ τὸ δικαστήριον Ἑρµαίωι κατὰ Διονυσοδώρου. ἔστιν δὲ τῆς συγγραφῆς ἀντίγραφον τόδε τὸ ὑπογεγραµµένον. βασιλεύοντος Πτολεµαίου τοῦ Πτολεµαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους ἑνὸς καὶ εἰκοστοῦ ἐφ’ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος τῆς οὔσης ἐν Ἀλεξανδρείαι κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν Ἀλεξανδρείᾳ ἱερείας Ἀρσινόης Φιλοπάτορος τῆς οὔσης ἐν Ἀλεξανδρείᾳ µηνὸς Ἀρτεµισίου…-καιδεκάτηι ἐν Κροκοδείλων πόλει τοῦ Ἀρσινοίτου νοµοῦ. ἐδάνεισεν Ἑρµαῖος … τῶν Καλλιµάχου φρουρῶν τακτόµισθος Διονυσοδώρωι Σαραπίωνος Ἀλεξανδρεῖ τῶν οὔπω ἐπηγµένων εἰς δῆµον Ὑλλέα τῶν Καλλιµάχου φρουρῶν τακτοµίσθωι χαλκοῦ νοµίσµατος ὀφθαλµοφανοῦς δραχµὰς τρισχιλίας τόκου ὡς ἐγ δύο δραχµῶν τῆν µνᾶν τὸν µῆνα ἕκαστον. τὸ δὲ δάνειον τοῦτο καὶ τοὺς τόκους ἀποδότωι Διονυσόδωρος Ἑρµαίωι τοὺς µὲν τόκους κατὰµῆνα ἕκαστον, τὸ δὲ δάνειον …µέναιτ… …ο Ἑρµαίου διὰ τῆς α… …αραπε…ς τῆς αὐτῆς … … ἐὰν δὲ Διονυσόδωρος µὴ ἀποδῶι, ἀποτεισάτω Ἑρµαίωι ἡµιόλιον τὸ δάνειον καὶ τοὺς τόκους ἁπλοῦς ἔτους κδ Φαρµοῦθι κη φέρει Ἑρµαίωι πρὸς Δηµητρίου Διονυσόδωρον εἰς δικαστήριον.

---

Documentary Papyri, P.Trier 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.trier;1.
