# P.Trier 2 15.i.1-15.ii.49

Documentary Papyri, P.Trier 2, 15.i.1 to 15.ii.49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-trier-2/15.i.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-trier-2/15.i.1

Πτολεμαίωι. τῆς δεδομένης ἡμῖν προσαγγελίας παρʼ Ἀντιφίλου τοῦ Ἀρχελάου τῶν παρεφεδρευόντων Μυσῶν τὸ ἀντίγραφον ὑπόκειται, ὅπως εἰδῆις. ἔρρωσο. … Προσάγγελμα Φίλωνι γραμματεῖ παρʼ Ἀντιφίλου τοῦ Ἀρχελάου τῶν παρεφεδρευόντων ἐν τῶι Ἡρακλεοπολίτηι Μυσῶν. κενῶν χωρῶν δραχμή φ ἀρτάβη ι ἑκατονταρχίας, ἐν ἧι εἰμί, συμπληρούμενος ἔγραψα τοῖς ἐπὶ τῶν τόπων· ἃ γὰρ … κενῶν χωρῶν εὐτύχει. ταῖς ἐπιδεδομέναις τῶν προστέτακται, ποιεῖν, τὰ δὲ …ας ἀπὸ κενῶν χωρῶν διασεσαφημένου …ι προσθεμάτων δραχμή φ καὶ πυρῶν ἀρτάβη ι. Πτολεμαῖος Φίλωνι τῶι γραμματεῖ. ὡς ἂν προσαγγείληι Ἀντίφιλος περὶ προσθεμάτων δραχμή φ καὶ πυρῶν ἀρτάβη ι, ὧν τιμὴ τῆς ἀρτάβη δραχμή ρν, διασάφησον μοι ἀφʼ ὧν ἂν χωρῶν τιθῆται καὶ ἀφʼ oὗ χρόνου. … μετέδωκ…υν κενῶν χωρῶν ὧν…αγγελίας … … Ἁθύρ … τῶν διὰ Πτολεμαίου τῶν πρώτων φίλων τοῖς γραμματεῦσι ἀπεσταλμένων προσταγμάτων τὸ ἀντίγραφον ὑποτετάχαμεν, ἵν’ ὡς ἂν προστάξητε π… εὐτυχεῖτε. τοῖς γραμματεῦσι. ,,τῶν προφερομένων γεγονέναι αὐτοῖς ὀψώνια ἢ προσθέματα ἢ μεταβάσεις ἢ ἄλλα φιλάνθρωπα ὑπὸ τοῦ ἀδελφοῦ ἡμῶν ἐν τοῖς κατὰ τὴν Ἀσίαν τόποις, ὅσοι ἂν ἐπιδείξωσιν ἐν ὧι δηποτοῦν λογιστηρίωι ἕν τι τῶν καθηκόντων ἐξαποστέλλεσθαι προσταγμάτων ὑπάρχον, ἐν ὧι ἔσται ἡ τοῦ κατʼ ἐκεῖνον τὸν καιρὸν ὑπομνηματογράφου χείρ, ἢ ἐσφραγισμένα προστάγματα ἢ ἐπιστολὰς γεγραμμένας ὑπὸ τῶν ἀρχιγραμματέων τοῖς ἐνταῦθα καταλειφθεῖσι διαδέχεσθαι, μενέτω κύρια καὶ προσαναφερέσθω περὶ ἑκάστου· ἐὰν δέ τινες προφέρωνται πάντα παραπεπτωκέναι, λαμβάνοντας χειρογραφίαν ὅρκου βασιλικοῦ περὶ ἑκάστου τὸν αὐτὸν τρόπον προσαναφέρετε.“ ἔτους κ Μεσορὴ κε παρὰ τῶν γραμματέων. ἀποστείλαντος σοῦ ἔτους κε Παῦνι κε προστεταχέναι τὸν βασιλέα· „οἷς γέγονεν ὀψώνια ἢ προσθέματα ἢ ἄλλο τιἐν τοῖς κατὰ τὴν Ἀσίαν τόποις, ὧν καὶ τὰ προστάγματα ἐκπέπτωκεν, ἀνενεγκεῖν,“ ἐπισκοποῦντας πρότερον εὑρίσκειν ἀπὸ τῶν κεχρηματισμένων ἐντεύξεων ἔν τε Ἀλεξανδρείαι καὶ τῆι χώραι πρὸ τῆς ἀναζυγῆς τοῦ ἀδελφοῦ τοῦ βασιλέως εἰς τοὺς κατὰ τὴν Ἀσίαν τόπους, πρὸς δὲ καὶ εἰσδοθέντων τῶν κατ᾿ αὐτοὺς ἀπεταλμένων ἑτέρων ὑπογεγραμμένων ἐκ τῆς αὐλῆς πρόσταγμα ἐκ τῶν κατὰ Συρίαν τόπων· καὶ εἶχεν τὸν προσπαρακείμενον τρόπον·

---

Documentary Papyri, P.Trier 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.trier;2.
