# P.Turner 19

Documentary Papyri, P.Turner, P.Turner 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-turner/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-turner/19

ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Ξανδικοῦ η Σεβαστῇ, Μεχεὶρ η Σεβαστῇ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος ἐπʼ ἀγορανόμων Σαραπίωνος καὶ Διονυσίου καὶ Δίου καὶ Ἀρτεμιδώρου καὶ Ἀριστίου καὶ Ἡρακλείδου καὶ Ἀλεξάνδρου καὶ Θέωνος. ἀφεῖκεν ἐλευθέραν ὑπὸ Δία Γῆν Ἥλιον Σινθοῶνις Θοώνιος τοῦ Ἁρθοώνιος μητρὸς Ταυσοράπιος τῆς Ταω… τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἱέρεια Θοήριδος καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ τῶν συννάων θεῶν μεγίστων ὡς ἐτῶν δ… μέση μελίχρως μακροπρόσωπος ἄσημος μετὰ κυρίου τοῦ ἑαυτῆς γνησίου ἀδελφοῦ Ἁρθοώνιος ἱερέως τῶν αὐτῶν θεῶν ὡς ἐτῶν ν μέσου μελίχρωτος μακροπροσώπου οὐλὴ ῥινὶ ἐν ἀγυιᾷ τὴν ὑπάρχουσαν αὐτῇ δούλην Σινθοῶνιν ὡς ἐτῶν ιζ μελίχρωτα μακροπρόσωπον οὐλὴ ὑπὲρ ὀφρὺν δεξιὰν οἰκογενῆ ἐκ δούλης Σινθοώνιος ἀργυρίου ἐπισήμου δραχμῶν δέκα καὶ ὧν τέτακται ὑπὲρ αὐτῆς Ἀμμώνιος ἀπελεύθερος … τῶν ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν λ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ σιαγόνι δέξιᾷ τῇ προγεγραμμένῃ αὐτῆς δεσποίνῃ Σινθοώνει λύτρων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμῶν χιλίων , οὐκ ἐξόντος τῷ Ἀμμωνίῳ οὐδʼ ἄλλῳ ὑπὲρ αὐτῆς ἀπαίτησιν ποιήσασθαι παρὰ τῆς ἐλευθερουμένης οὐδὲ τῶν παρʼ αὐτῆς τῶν λύτρων οὐδὲ μέρους τρόπῳ οὐδενί. γνωστὴρ τῆς ἐλευθερώσεως Ἁρθοῶνις … τῶν ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν λ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ ὀφρύι δεξιᾷ· ἐφʼ ᾧ μετὰ τὴν τῆς ἐλευθερουμένης Σινθοώνιος τελευτὴν οὐκ ἐπελεύσεται ἡ προγεγραμμένη Σινθοῶνις οὐδʼ ἄλλος οὐδεὶς ὑπὲρ αὐτῆς ἐπὶ μηδὲν τῶν ὑπʼ αὐτῆς ἀπολειφθησομένων καθʼ ὁνδηποτοῦν τρόπον διὰ τὸ ἐπὶ τούτοις ἑστάσθαι. ἐν ἀγυιᾷ τῇ αὐτῇ ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Μεχεὶρ…· διὰ Σαραπίωνος τοῦ σὺν Διονυσίῳ καὶ Ἡρακλείδῃ καὶ … Δίῳ καὶ Ἀλεξάνδρῳ καὶ Θέωνι καὶ Ἀρτεμιδώρῳ καὶ Ἀριστίῳ τοῖς ὁμαγορανόμοις κεχρημάτισται. Θέων ὁ ἀσχολούμενος τὸ ἐνκύκλιον τὸ ἐνεστὸς ἔτος Σινθοώνει ἠλευθερωμένῃ ὑπὸ τῆς δεσποίνης αὐτῆς Σινθοώνιος Θοώνιος τοῦ Ἁρθοώνιος μητρὸς Ταυσοράπιος ἱερείας τῶν ἀπʼ Ὀξυρύγχων πόλεως χαίρειν. ἀπέχω παρὰ σοῦ τὸ ο…μ ὑπὸ σοῦ τέλος τῆς προκειμένης ἐλευθερώσεως …ο …ν Ὀξυρύγχων πόλει … τῶι ἐνεστῶτι μηνὶ Μεχεὶρ …υ τέλους τὸ ι μέρος διαστελ ἐπὶ τὴν δημοσίαν τράπεζαν τ…ου τοῦ ἐνεστῶτος ἔτους καὶ ἀναδώσω σοι τὸ καθῆκον σύμβολον. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Μεχεὶρ η Σεβαστῇ. Θέων· ἀπέχω τὸ τέλος ὡς πρόκειται. χρόνος ὁ αὐτός

---

Documentary Papyri, P.Turner. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.turner.
