# P.Turner 26

Documentary Papyri, P.Turner, P.Turner 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-turner/26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-turner/26

Τῦβι … ἔτους … Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ μηνὸς Δύστρου Τῦβι β… ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἡρακλοῦς Ὡρίωνος τοῦ …ονος τοῦ καὶ Πτολεμαίου μητρὸς … ἀπὸ … ὡς ἐτῶν … ἄσημος μετὰ κυρίου τοῦ υἱοῦ … ἀπὸ … ὡς ἐτῶν … οὐλὴ ἀντικνημίῳ δεξιῷ τῇ ὑπὸ αὐτῆς ἀφειμένῃ Εὐποροῦτι ὡς ἐτῶν … … οὐλὴ … πεποιῆσθαι τὴν ὁμολογοῦσαν Ἡρακλοῦν τὴν ἐλευθέρωσιν ταύτην διὰ τοῦ ἐν Πτολεμαίδι Εὐεργέτιδι ἀγορανομίου καὶ μνημονίου, καὶ ων… …ον ἱεροῦ Σόυχου θεοῦ μεγάλου ἀργυρίου δραχμὰς … καὶ πρὸς ταῦτα μηδὲν τὴν ὁμολογοῦσαν Ἡρακλοῦν ἐγκαλεῖν μηδὲ ἐγκαλέσειν μηδὲ ἐπελεύσεσθαι περὶ μηδενὸς τῶν τῇ δουλίᾳ ἀνηκόντων μηδὲ ἐπὶ τὴν Εὐποροῦν μηδὲ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτῆς μηδὲ ἐπὶ μηδένα τῶν ἐξ αὐτῆς ἀπὸ τοῦ νῦν ἐσομένων ἐγγόνων μηδὲ ἐπὶ … ἐὰν δὲ ἐπέλθῃ ἢ ἐνκαλέσῃ, τὴν μὲν ἔφοδον καὶ ἔνκλησιν ἄκυρον εἶναι, ἔτι δὲ ἀποτίσειν τὴν ὁμολογοῦσαν Ἡρακλοῦν τῇ Εὐποροῦτι τὰ βλάβη καὶ τὰ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς … καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, κυρίων μενόντων καὶ τῶν προγεγραμμένων. … … γνωστὴρ τῆς ἐλευθερώσεως ὁ τῆς Ἡρακλοῦτος υἱὸς … ἀπὸ … ὡς ἐτῶν … οὐλὴ ἀντικνημίῳ δεξιῷ. Ἡρακλοῦς Ὡρίωνος μετὰ κυρίου τοῦ υἱοῦ … πεποίημαι τὴν τῆς Εὐποροῦτος ἐλευθέρωσιν καὶ εὐδοκῶ…

---

Documentary Papyri, P.Turner. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.turner.
